1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

καταγνῶναι ματαιότητα. Ἡμεῖς δὲ ἐπὶ μείζονα καλούμεθα πολιτείαν, καὶ πρὸς ὑψηλοτέραν ἀναβαίνομεν κορυφὴν καὶ πρὸς μείζονα ἀπεδυσάμεθα σκάμματα. Καὶ τί γὰρ ἕτερον ἀλλ' ἢ κατὰ τὰς ἄνω δυνάμεις τὰς νοερὰς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κελευόμεθα; Πῶς οὖν οὐκ αἰσχρὸν καὶ πολλῆς ἄξιον κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλοτέρους, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τῶν κεκωλυμένων καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἅπτεσθαι; Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον. Ὥστε εἰ καὶ μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἐκεῖ τε ἀπέλθωμεν στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν ὅτι. ∆ιὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατήσαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἀντὶ πάντων προτετιμήκαμεν πραγμάτων. Οὕτω γὰρ κερδανοῦμεν μὲν ἡμᾶς αὐτοὺς, κερδανοῦμεν δὲ τὰς ἀθλίας ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ' αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψόμεθα τάξιν. Τῶν γὰρ τὴν μεγίστην ἄθλησιν ἀθλησάντων ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα. Καὶ γὰρ τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, συμπάθειάν τε καὶ φιλοστοργίαν ἐκβαλεῖν ἀρχαίαν, καὶ τὰς πολυπλόκους διακόψαι λαβὰς, καὶ πτεροφυῆσαι, καὶ πρὸς τὰς οὐρανίους ἁψῖδας ἀναδραμεῖν. Καὶ γὰρ καθάπερ ἐκείνοις δριμὺς ὁ πόνος, οὕτω καὶ τούτοις μακροτέρα ἡ ὀδύνη. ∆ιὸ καὶ οἱ στέφανοι πάλιν ἴσοι, ἐπειδὴ καὶ τὰ παλαίσματα αὐτοῖς παράλληλα κεῖται. Εἰ γὰρ ὁ ἕνα ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας καὶ μυρίους ἑτέρους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν τὸν παρόντα διαδραμὼν βίον καὶ μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας. Τῶν γὰρ σωματικῶν λοιπὸν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κώλυμα ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν καὶ τὴν τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασῴζειν τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων.