1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

16

Οὕτως ἕκαστος γνωρίσας τὸ ἴδιον σφάλμα, καὶ τὸ αὐτοῦ κατάκριμα, διορθώσεται πρὶν λυθῆναι τὴν πανήγυριν καὶ φθασθῇ ἀδιόρθωτος. Εἰ γὰρ βασιλεὺς τὰ χρεωστούμενα οὐ παραχωρεῖ, ἀλλὰ κατὰ ἀκρίβειαν ἀνύει, καὶ πᾶς ἄρχων τὰ ὀφείλοντα ἀπαιτεῖ, πόσῳ μᾶλλον ὁ δίκαιος κριτὴς πάντα ἀπαιτήσει τὰ ὀφειλήματα ἡμῶν; ∆ιὰ τοῦτο παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, μηδεὶς ἀπέλθῃ ἐντεῦθεν χρέος ἐπιφερόμενος. Ὧδε ἔνι τρόπος ἀπολογίας· ἔχεις πολλοὺς τρόπους· πολλαὶ γὰρ ὁδοὶ βίου. Εἰ γὰρ τὰ σφάλματα πολλὰ, πολλῷ μᾶλλον ἔλεος τοῦ Θεοῦ· ὅπερ καὶ πολλάκις ὑμῖν διηγήσαμεν, εἰ καὶ ἀνεκδιήγητόν ἐστι, καὶ πάλιν ὑπομνήσω τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν· ἀλλὰ νουνεχῶς ἀκούσωμεν μετὰ φόβου Κυρίου καὶ πολλῶν δακρύων. Οἱ ῥᾴθυμοι νήψωμεν, οἱ νυστάζοντες ἐξυπνίσωμεν, οἱ ἐν πειρασμοῖς πᾶσαν τὴν μέριμναν ἐπιῤῥίψωμεν ἐπὶ τὸν Κύριον, καθὼς γέγραπται, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. Συναγάγωμεν ὧδε τὸν νοῦν, καὶ ἀκούσωμεν τρόπους χρηστοὺς, τρόπους σωτηρίας, τέχνας ψυχωφελεῖς, μέθοδον ἐπιστροφῆς καὶ μετανοίας, καὶ σύντομον θεῖον λόγον καὶ διδασκαλίαν ἀνόθευτον· μόνον, καθὼς προεῖπον, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μηδεὶς νωθρῶς καὶ ῥᾳθύμως ἀκούσῃ· τὸν γὰρ τρόπον ὃν μέλλω λέγειν, πᾶν εἶδος σφάλματος ἀναμιμνήσκει πάντας τοὺς παρατυγχάνοντας, ὅπως ἕκαστος ἡμῶν τὸ ἴδιον γνωρίσας σφάλμα, δακρύσῃ, στενάξῃ, τὸ σφάλμα διορθωσάμενος, ἑτοιμάσῃ ἑαυτὸν πρὸς ἀπολογίαν.

Εἰς ἀνάμνησιν πάλιν βούλομαι ὑμᾶς ἀγαγεῖν τῶν σκυθρωπῶν καὶ φρικτῶν κολάσεων, καθὼς καὶ ἐν ἀρχῇ τοῦ λόγου πεποίηκα· ταῦτα γὰρ εἰπόντες, ἐβλάψαμεν οὐδὲν, ἀλλὰ μᾶλλον καὶ μεγάλως ὠφελήσαμεν· ῥανὶς γὰρ ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καθὼς γέγραπται. Πόθεν οὖν ἄρξωμαι; ποῖον δὲ σφάλμα, ἢ ποῖον νόσημα προσαγάγω, ἵνα καὶ τὴν ἁρμόζουσαν τῇ νόσῳ ἴασιν ἐπαγάγω; Πάντως τὸ πρῶτον κακόν. Καὶ ποῖον ἄρα ἐστὶ τοῦτο; ∆ηλονότι ὑπερηφανία, ἥτις ἐπὶ γῆς ἄνωθεν κατέσπασε τὸν ἑωσφόρον. Λοιπὸν ἄκουε ἐν πρώτοις, ὑπερήφανε· σὺ μνήσθητι τοῦ γεγραμμένου· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, καὶ μακρὰν ἀπὸ σοῦ τὴν δεινὴν ταύτην ἀῤῥωστίαν ποίησον, ἵνα μὴ ἀντιτασσόμενον εὑρήσῃς τὸν Θεόν· μνήσθητι τοῦ πεσόντος ἐπὶ γῆς ἄνωθεν, καὶ ἀντὶ τῆς μετὰ Θεοῦ διαγωγῆς καὶ τῶν λοιπῶν συλλειτουργῶν ἀγγέλων, τοῖς καταχθονίοις κατοικοῦντος ἐν σκοτεινοῖς καὶ ἐν τῇ ἀπωλείᾳ· ἐννοῶν ἀεὶ τὸν Κύριον τῆς δόξης πλούσιον ὄντα, πῶς ἐπτώχευσεν. Μνήσθητι τὰς κατ' αὐτοῦ ἐπιβουλὰς καὶ συκοφαντίας τά τε ῥαπίσματα, καὶ φρίξας ταπεινώθητι, ἵνα σωθῇς καὶ ὑψωθῇς ἐν καιρῷ ἐπισκοπῆς· ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ· καὶ ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ ἐν πορνείαις πλανηθέντες, ἀποστήτωσαν, καὶ μηδέποτε πλανηθήτωσαν, ἀλλὰ μνημονευέτωσαν τοῦ Ἀποστόλου κράζοντος, ὅτι Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· καὶ, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· καὶ, ὅτι Πόρνοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Μὴ ἐπιλάθεσθε δὲ καὶ τοῦ μολύναντος ἐν πορνείᾳ τὴν νυμφικὴν στολὴν καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου ἐκβληθέντος, καὶ Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Οἱ μοιχοὶ, φρίξατε τὴν θείαν φωνὴν τὴν λέγουσαν, Μὴ μοιχεύσεις· καὶ τοῦ Ἀποστόλου βοῶντος, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Μνήσθητε δὲ καὶ τοῦ Σολομῶντος λέγοντος, Ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ἀκούσατε δὲ τοῦ Κυρίου πρὸς τὴν μοιχαλίδα βοῶντος, Ἄπελθε, καὶ μηκέτι ἁμάρτανε. Καὶ συντόμως, Μετανοήσατε· ἀκούσατε τοῦ Ἀποστόλου 60.696 κηρύσσοντος, ὅτι Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Οἱ ἐν ἄρσεσιν ἄρσενες τὴν ἀσχημοσύνην κατεργαζόμενοι, τρομάξατε καὶ