ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑπὸ τῆς χάριτος τοῦ κυρίου, ὁ γὰρ κύριος καὶ ἀκριβής ἐστιν εἰς πάντα καὶ δαψιλής· πολλάκις δὲ ἔρχεται ὥρα, καὶ συγχωρεῖ ἡ χάρις τοῦ κυρίου τῷ Σατανᾷ πολεμῆσαι αὐτῷ, καὶ ἐπεγείρεται ἐπ' αὐτὸν τὰ πάθη τῆς κακίας, καὶ ἐπιφέρει αὐτῷ ὕπνον καὶ ἀκηδίαν καὶ ἀτονίαν καὶ ἄλλα πολλὰ ἅπερ οὐκ ἔνι ἐξειπεῖν, ἵνα θλιβόμενος καὶ καταπονούμενος παρακαλέσῃ τὸν κύριον ἐν πίστει βεβαίᾳ καὶ κάμῃ δεόμενος. καὶ τότε πάλιν αὐτὴ ἡ χάρις ἀπε λαύνει ἀπ' αὐτοῦ πᾶσαν τὴν ἐπήρειαν τοῦ ἐχθροῦ, ἐὰν ἴδῃ αὐτὸν παραμένοντα καὶ ζητοῦντα τὸ ἔλεος τοῦ θεοῦ ἐν ἀληθείᾳ, καὶ λοιπὸν εὐφραίνει τὴν καρδίαν αὐτοῦ ὡς αὐτὴ θέλει, καὶ καθαρίζει αὐτὸν ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἐχθροῦ· αὐτὴ γὰρ θέλει, ἵνα μετὰ καμάτου καὶ πολέμου κτήσηται αὐτὴν ὁ ἄνθρωπος· καὶ οὐ θέλει τὸν ἄνθρωπον πάντοτε εἶναι ἐν τῇ αὐτοῦ εὐφρασίᾳ, ἵνα μὴ ᾖ ἀργὸς ὁ νοῦς αὐτοῦ, ἀλλ' ἐγρηγορὼς καὶ ἀγωνιζόμενος μετὰ τοῦ Σατανᾶ· δόξα τῷ θεῷ, ἀμήν. 57.τ ΟΜΙΛΙΑ ΝΖ 57.1 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ· πνεῖ δὲ εἰς τὰς φαιδρὰς καὶ λαμπρὰς καὶ θείας ψυχάς, καὶ ποθούσας αὐτὸ πάσῃ θεραπεῦσαι σπουδῇ· καὶ ἐὰν ὑπακούσωσι τῷ προσκυνητῷ πνεύματι, δίδωσιν αὐταῖς φόβον θεοῦ, καὶ θέρμην ἐν τῇ ἀρχῇ· καὶ ὅτε ταῦτα παρῇ ἐν αὐταῖς, ποιεῖ αὐτὰς μισῆσαι ὅλον τὸν κόσμον, καὶ πᾶν ἐν αὐτῷ βλαβερὸν ἐπιθύμημα, εἴτε χρυσόν, εἴτε ἄργυρον, εἴτε τινὰ κόσμον τοῦ σώματος ἀπατηλόν, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα καὶ τέκνα, καὶ ποιεῖ ἐν τῷ ἀνθρώπῳ γλυκὺ τὸ ἔργον τοῦ θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, εἴτε πόνον νηστείας, εἴτε ἀγρυπνίας εἴτε ἡσυχίαν καὶ διακονίαν, εἴτε ἐλεημοσύνην, καὶ πάντα τὰ τοῦ θεοῦ γλυκαίνει αὐτῷ. 57.2 ὅτε δὲ ταῦτα πάντα διδάξει αὐτόν, δίδωσιν αὐτὸν εἰς τὸ πειρασθῆναι· καὶ λοιπὸν πάντα ἅπερ ἦν αὐτῷ γλυκέα, βαρέα αὐτῷ γίγνεται καὶ δύσκολα· πολλοὶ οὖν ἄπειροι ὄντες ὅτε πειράζονται ἀπομένουσιν ἐν τῷ βάρει καὶ γίνονται σαρκικοί· οὗτοί εἰσι, περὶ ὧν ὁ Παῦλός φησιν Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῆ; τὸ δὲ εἰκῆ, τοῦτό ἐστιν ὅτι ὁ διὰ τὸν θεὸν ὑπομείνας πόνους εἶτα ἀποκακήσας παντελῶς καὶ μὴ ἀνακαλεσάμενος τούτους, οὐ μόνον τὸ ἐπὶ τοῖς πόνοις ἐζημιώθη κέρδος, ἀλλὰ καὶ βαρυτέρας κολάσεως ἔνοχος γίνεται, καταφρονήσας καὶ μὴ ἐκλεξάμενος τὴν ἐξ ὕψους δύναμιν· 57.3 ἐὰν δὲ ἀντιστῇ τῷ Σατανᾷ ὁ ἄνθρωπος ἐν τῷ πρώτῳ πειρασμῷ καὶ νικήσῃ αὐτόν, τότε ὁ θεὸς δίδωσι θέρμην καθισταμένην, ἥσυχόν τε καὶ ἀτάραχον· ἡ γὰρ πρώτη θέρμη ταραχώδης ἐστίν, ἀμφίβολός τε καὶ ἀκατάστατος· ἡ δευτέρα δὲ βελτίων ἐστίν, καὶ αὕτη γεννᾷ τὸ βλέπειν, ποιοῦσα ὑπομονήν, ἀτάραχος οὖσα καὶ πιστὴ καὶ ἀναμφίβολος· ὥσπερ πλοῖον ἐν εὐδίῳ λιμένι, τῶν δύο ἑλκυσθέντων ποδίων, οὕτως ἡ δευτέρα θέρμη ἀναπαυστική ἐστι παντὶ τρόπῳ. 57.4 νῦν οὖν, ἀγαπητά μου τέκνα, κτησώμεθα τὴν δευτέραν θέρμην ἑαυτοῖς, ἵνα ἐλαφρυνθῆτε κατὰ πάντα· ἡ γὰρ κατὰ θεὸν αὕτη θέρμη, ἐκκόπτει πᾶν πάθος, καὶ ἐκβάλλει πᾶσαν παχύτητα ἐκ τοῦ ἀνθρώπου, καὶ ποιεῖ συνοικῆσαι τὴν θεότητα τῷ ἀνθρώπῳ, ἵνα γένηται ναὸς θεοῦ κατὰ τὸ γεγραμμένον Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. 57.5 εἰ οὖν θέλετε ἵνα ἡ ἀποστᾶσα θέρμη ἐπανέλθῃ ὑμῖν, ἡ ἐργασία αὐτῆς αὕτη ἐστίν, ἵνα ὁ ἄνθρωπος διάθηται διαθήκην μεταξὺ ἑαυτοῦ καὶ τοῦ θεοῦ καὶ εἴπῃ ἐνώπιον αὐτοῦ, ὅτι συγχώρησόν μοι ἃ πεποίηκα ἐν ἀμελείᾳ, καὶ οὐκέτι παρακούω σου· καὶ ἵνα λοιπὸν φυλάξηται ἀπὸ πάσης ἀμελείας, ἐν μηδενὶ διδοὺς ἑαυτὸν ἀναπαύσει μιᾷ σώματος ἢ ψυχῆς, ἀλλὰ τετονωμένους τοὺς