ποιήσειε, μᾶλλον δὲ εἰ πολλαπλασιάσειε τὸ Ῥωμαϊκὸν σύνταγμα, μηδενὶ ἂν φορητὸς γενέσθαι, τοσούτῳ ἐπιὼν πλήθει ἰδίῳ τε καὶ συμμα χικῷ. Ἀλλὰ καὶ τῶν τὰ πρῶτα τοῦ στρατοῦ λαχόντων ἀπο τρεπομένων αὐτῷ τὴν ἐπὶ τοὺς βαρβάρους ἐπέλευσιν καὶ πολλὰ περὶ τούτων καταδειμαινόντων, ὁ δὲ καὶ τοὺς στεφά νους οἷς τὴν κεφαλὴν ταινιώσαιτο ἐπὶ τῇ τῶν τροπαίων ἀναρρήσει πολυτελῶς κατεσκεύαζεν. 3.8 Ἐπεὶ οὖν αὐτῷ αὐτάρκη τὰ πρὸς τὴν ἔξοδον ἔδοξεν, ἄρας ἀπὸ τῆς Βυζαντίδος ἐπὶ τὴν Σύρων ἤλαυνε γῆν· ὡς δὲ τὴν Ἀντιόχου κατέλαβε, λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν ἐγεγόνεισαν εἰσιτήρια, βασίλειον μὲν ἐπιδει κνύμενα τὴν πομπὴν, μᾶλλον δὲ θεατρικὴν τὴν παρασκευὴν, οὐκ ἀξιόμαχα δὲ, οὐδὲ πολεμίων γνώμην ἐκπλῆξαι δυνάμενα. Οἱ δέ γε βάρβαροι, λογικώτερον παρ' ἑαυτοῖς περὶ τοῦ πράγματος διελόμενοι, πρῶτα μὲν πρέσβεις πεπόμφασι πρὸς τὸν αὐτοκράτορα, ὡς οὔτε πολεμεῖν βούλοιντο, οὔτ' ἐκείνῳ ἀφορμὴν πολέμου δεδώκασιν, ἐμμένουσί τε ταῖς περὶ τὴν εἰρήνην συνθήκαις καὶ τὰ φθάσαντα οὐ παραβαίνουσιν ὅρκια, οὐδὲ τὰς σπονδὰς ἀθετοῦσι· τοιαύτης δ' ἀπῃωρη μένης αὐτοῖς χειρὸς, εἰ ἀπαραιτήτως ἔχοι, νῦν πρώτως παρασκευάζονται, τῇ τοῦ πολέμου τύχῃ ἑαυτοὺς ἐπιτρέ ψαντες. Ἡ μὲν οὖν πρεσβεία ἐπὶ τούτοις ἦν· ὁ δὲ βασιλεὺς, ὥσπερ ἐπὶ τούτῳ μόνῳ παρασκευασάμενος, ἐφ' ᾧ τάξεταί τε καὶ ἀντιπαρατάξεται, καὶ λοχήσει καὶ προνομεύσει, διώρυχάς τε ποιήσει καὶ ποταμοὺς μετοχετεύσει καὶ φρού ρια ἐξελεῖται, καὶ ὁπόσα ἀκοῇ ἴσμεν παρὰ τοῖς Τραϊανοῖς ἐκείνοις καὶ Ἁδριανοῖς καὶ ἔτι ἄνω παρὰ τοῖς Σεβαστοῖς γενόμενα Καίσαρσι, καὶ πρὸ ἐκείνων παρὰ Ἀλεξάνδρῳ τῷ τοῦ Φιλίππου, τήν τε πρεσβείαν ὡς εἰρηνικὴν ἀπεπέμψατο, καὶ ἔτι μᾶλλον τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο, οὐ τοὺς ἀρίστους πρὸς τὸν σκοπὸν ἐκλεγόμενος, ἀλλὰ καὶ τῷ πολλῷ διαιτῶν πλήθει, καὶ ἐπὶ τούτοις τεθαρρηκώς. 3.9 Ὡς δὲ καὶ τὴν Ἀντιόχου ἀφεὶς προσωτέρω παρῄει, μοῖρά τις τοῦ βαρβαρικοῦ στρατοπέδου, αὐτόσκευοι πάντες καὶ γυμνοὶ ἐφ' ἵππων καὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοῦ, ἀθρόον αὐτοῖς ἀπὸ τῶν μετεώρων ἐπιφανέντες, καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τῷ τε καινῷ τῆς θέας κατα δειμάναντες, καὶ τοῖς τῶν ἵππων δρόμοις καὶ καταδρόμοις κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν, πλήθους τε φαντασίαν πεποιηκότες τῷ μὴ συνασπίζειν, ἀλλὰ διῃρημέ νως καὶ ἄτακτα θεῖν, οὕτω τὰς Ῥωμαίων δυνάμεις κατ έπτηξαν καὶ τοσαύτην πτοίαν τῷ πολλῷ ἐκείνῳ στρατῷ εἰσ εποίησαν καὶ οὕτως αὐτοῖς κατέσεισαν τὰ φρονήματα, ὥστε ἐν ᾧ σχήματι κατείληπτο ἕκαστος, οὕτω τὴν φυγὴν διατί θεσθαι καὶ μηδενὸς ἑτέρου φροντίδα τίθεσθαι. Ὅσοι μὲν γὰρ ἱππεύοντες τηνικαῦτα ἔτυχον, τοὺς ἵππους μεταστρεψά μενοι ἀνὰ κράτος ἔθεον, οἱ δ' ἄλλοι μηδ' ἀναβῆναι τοὺς ἵππους ἀναμείναντες, τούτους μὲν τῷ προστυχόντι δεσπότῃ ἠφίεσαν, ἕκαστος δ' ἐκείνων ὡς εἶχε δρόμου ἢ πλάνης τὴν σωτηρίαν ἑαυτῷ ἐπορίζετο, καὶ ἦν κρεῖττον προσδοκίας τὸ τηνικαῦτα δεικνύμενον· οἱ γὰρ τὴν πᾶσαν παραστησάμενοι γῆν καὶ ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τε καὶ τάξεσιν ἀνάλωτοι παντὶ πλήθει καταστάντες βαρβαρικῷ, οὐδὲ τὴν θέαν τότε τῶν πολεμίων ὑπέστησαν, ἀλλ' ὥσπερ ὑπὸ βροντῆς τῆς ἐκείνων φωνῆς καὶ τὴν ἀκοὴν καταπλαγέντες καὶ τὴν ψυχὴν, καθάπερ ἐφ' ὅλοις ἡττημένοι ἐτρέψαντο πρὸς φυγήν. Πρῶτοι δὲ οἱ περὶ τὸν βασιλέα φρουροὶ τὸν κυδοιμὸν ἐπεπόνθεισαν, καὶ καταλελοιπότες τὸν αὐτοκρά τορα ἀμεταστρεπτὶ τῆς φυγῆς εἴχοντο· καὶ εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀναθέμενος ἐδεδώκει τὸν χαλινὸν καὶ φεύ γειν παρεκελεύσατο, μικροῦ δεῖν ἑαλώκει καὶ πολεμίαις ἐνεπεπτώκει χερσὶν ὁ πᾶσαν ἐλπίσας κατασεῖσαι τὴν ἤπει ρον· ἢ μᾶλλον, εἰ μὴ Θεὸς τηνικαῦτα τὴν τῶν βαρβάρων ἐπέσχεν ὁρμὴν καὶ μετριάζειν ἐπὶ τῷ εὐτυχήματι πέπεικεν, οὐδὲν ἦν τὸ κωλῦον πᾶσαν τότε πεσεῖν Ῥωμαϊκὴν δύναμιν, καὶ πρῶτόν γε