1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

16

«πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων»· ὁποῖοι νῦν οἱ παρ' αὐτοῖς ἱερεῖς μηδε μίαν ἔχοντες εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, ὑπ' αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο, ὅτι τοῖς ἄλλοις ὁμοίως ἁμαρτάνοντες ἀπήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνο μένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται. 104 Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων . εἴποις δ' ἂν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· «καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ», ὑφ' οὗ, φησὶν ἡ νύμφη, «τετρωμένη ἀγάπης εἰμὶ ἐγώ». λέγει δὲ καὶ ὁ ∆αβίδ· «περί ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου». ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας καλὸν ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ «λαοὶ ὑποκάτω σου πεσοῦνται», τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ' οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὗπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων ἀπήχθησαν χώραν. ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὗπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν. 105 Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἧψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἄλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν. 106 Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν. 107 Ἴσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ' οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέ σθαι. λέγοι δ' ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὧν εἴρηται· «παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». περὶ ὧν οἵτινές εἰσιν ἐδήλωσε τὸ «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὸ «ἵνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ»· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μη δὲν εἰδότες περὶ Χριστοῦ. 108 Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέ αντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι. 109 Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ ἐν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ ∆ανιήλ. οὗτοι δὲ ἦσαν, δι' ὧν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ «εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς νόμος». οὗ τοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ ἐν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς «νύ κτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν»· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί , φησίν, ἐν ταῖς ἐξόδοις . οὐ γὰρ «ἦν ὅρασις διαστέλλουσα»; οὐ βασι λεύς, οὐ προφήτης, οὐδὲ ἡγούμενος· «ἐξέλιπον» γὰρ ἐπεὶ «παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν». 110 Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέ λοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· «ὑμῖν ἦν ἀναγκαῖον πρῶτον