βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναιρέσει. Κἀκεῖ μὲν ἀεὶ τὰ τῆς γεννήσεως ὀνομάζεται, ἐν ταῦθα δὲ τὰ τῆς γεννήσεως σεσιώ πηται. «Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβδὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέν νησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ»· καὶ μέχρι τέλους τό· «ἐγέν νησε» ὁ δεῖνα τὸν δεῖνα. Ἐνθάδε δὲ ἀναβαίνει ὁ Ἰησοῦς, «υἱὸς ὤν, ὡς ἐνομίζετο, Ἰωσήφ»· καὶ οὐδαμοῦ ἐν ταῦθα «γέννησις», ἀλλὰ μόνον «νομί ζεται». Κἀκεῖ μὲν οὐδέποτε ἄρχεται 28.164 εἰς γέννησιν, ἐνθάδε δέ, ἐπεὶ ἀπὸ τοῦ βαπτίσματος ἀναβαίνει, «ἄρχε σθαι» λέγεται· «καὶ αὐτός», γάρ φη σιν, «ἦν Ἰησοῦς ἀρχόμενος»· ὅτε γὰρ ἐβαπτίσατο καὶ τὸ μυστήριον ἀνέλαβε τῆς ἀναγεννήσεως, ἵνα καὶ σὺ καταργήσῃς τὴν προτέραν γέννη σιν καὶ ἀναβῇς δευτέραν διὰ τῆς πα λιγγενεσίας, τότε «ἄρχεσθαι» λέγεται. Καὶ ὥσπερ οἱ ἐν Αἰγύπτῳ ὄντες οὐκ εἶχον ἀρχὴν μηνῶν οὐδὲ μῆνα ἑορ τῶν, ὅτε δὲ ἤδη ἐξῄεσαν, νομοθε τοῦνται λέγοντος τοῦ λόγου πρὸς αὐτούς· «ὁ μὴν οὗτος ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν μησὶ τοῦ ἐνιαυ τοῦ», οὕτως ὁ μὲν μηδέπω βαπτισά μενος οὐδὲ «ἤρξατο», ὁ δὲ βαπτισά μενος «ἤρξατο». Οὐδὲ γὰρ εἰκῇ προσ 28.165 έθηκε τῷ «καὶ αὐτὸς ἦν Ἰησοῦς» τὸ «ἀρχόμενος». Εἴπωμεν δὲ καὶ εἰς τὸ «ὢν ἐτῶν τριάκοντα»· τίς ὢν ἐτῶν τριάκοντα ἤρξατο τῆς οἰκονομίας τῆς περὶ αὐτόν; Ἰωσήφ. Γέγραπται γάρ, ὅτι «τριάκοντα ἐτῶν ἦν», ἡνίκα ἐλύ θη ἀπὸ τῶν δεσμῶν καὶ συνέκρινε τὸ ὄναρ τῷ Φαραὼ καὶ ἐπιστεύθη τὴν Αἰγύπτου ἀρχὴν καὶ τὸν σῖτον τῆς εὐθηνίας συνήγαγε τῷ Φαραώ, ἵνα καὶ ἐν τῷ λιμῷ αὐτὸν διαδῷ. Τάχα ἐκεῖνα τὰ τριάκοντα τοῦ Ἰωσὴφ ἔτη τύπος ἦν τῶν τριάκοντα τοῦ Χριστοῦ μου ἐτῶν. Οὗτος γὰρ ὁ Ἰωσὴφ οὐχ ὅμοιον τῷ Ἰωσὴφ ἐκείνῳ σῖτον συνάγει, ἀλλὰ σῖτον τὸν ἀληθινόν, ἵνα ἐν καιρῷ τῆς εὐθηνίας αὐτοῦ συναγαγὼν τὸν σῖτον ἔχῃ ἐπι μετρῆσαι, ὅταν ἐξαποσταλῇ λιμὸς ἐπὶ τὴν γῆν, «οὐ λιμὸς ἄρτου οὐδὲ δίψος ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου». Συνάγεται γὰρ τὰ ἀπὸ τῶν προ φητῶν, τὰ ἀπὸ τοῦ νόμου, τὰ ἀπὸ τῶν ἀποστόλων τῆς εὐθηνίας ῥή 28.166 ματα, ἵνα, ὅταν μηκέτι γράφηται γραφή, τὰ ὑπὸ τοῦ Ἰησοῦ συναχθέντα εἰς τὰς ἀποθήκας τῶν ψυχῶν τῶν ἀποστολικῶν καὶ τῶν διαδεχομέ νων αὐτοὺς θρέψῃ τὴν Αἴγυπτον, τὸν κόσμον, μάλιστα δὲ τοὺς ἀδελ φοὺς αὐτοῦ, περὶ ὧν γέγραπται· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελ φοῖς μου». Ἔχουσι καὶ οἱ ἄλλοι ἄνθρωποι λόγους περὶ σωφροσύνης, λόγους περὶ δικαιοσύνης, λόγους περὶ τῶν λοιπῶν ἀρετῶν· οὗτος ὁ σῖτός ἐστιν, ὃν Ἰωσὴφ ἔδωκε τοῖς Αἰγυπ τίοις. Ἄλλος δὲ σῖτος, ὃν μερίζει τοῖς ἰδίοις ἀδελφοῖς ἀπὸ τῆς Γεσέμ, ἀπὸ τῆς ἀνατολικῆς γῆς· οὗτός ἐστιν ὁ σῖτος, ὃν ὁ Ἰησοῦς ἔδωκε τοῖς ἰδίοις μαθηταῖς· σῖτος εὐαγγελικός τε καὶ ἀποστολικός. ∆ιὰ τούτου ἀρ τοποιῶμεν, «παλαιὰν» δὲ «ζύμην» μὴ παραλάβωμεν, ἵνα καινὸν ἄρτον ἀπὸ τῶν ἱερῶν γραμμάτων ποιήσωμεν. 29.168 «Εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος». Πάντα πειρασμόν, ὃν ἤμελ λον οἱ ἄνθρωποι πειράζεσθαι, πρῶ τον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον ὁ σωτήρ· ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι, ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστίν, ὃν ὁ διάβολος δείκνυσιν. 29.169 Ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον καὶ τὸν σωτῆρα φα γεῖν; ∆ιδάσκει δὲ διὰ τῆς λέξεως εἰπὼν ὁ κύριος· «οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι θεοῦ», ὅτι οὗτος μὲν οὐ ῥῆμα θεοῦ, τὸ δὲ τρέφον ῥῆμα θεοῦ καὶ τὸ ζωοποιοῦν. Ἐπ' ἐκείνῳ γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος. 29.170 Ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρί νεται καὶ λέγει· «γέγραπται, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος», δῆλον, ὅτι ὡς ἄνθρωπός ἐστι πειρα ζόμενος. Γενόμενος δὲ ἐν τῷ τόπῳ ἔχω τὴν αἰτίαν εἰπεῖν, διὰ τί Ἰω άννης μὲν οὐκ ἀνέγραψε τὸν πειρασ μόν, Ματθαῖος δὲ καὶ Μᾶρκος καὶ Λουκᾶς ἀνέγραψαν. Ἐπειδὴ γὰρ Ἰωάννης ἀπὸ θεοῦ ἤρξατο, οὐκ ἐγενεαλόγησεν αὐτὸν ὡς