16
θεῷ, λέγοντες αὐτῷ τὸ «ἐσόμεθά σοι»· καὶ εἰπόντες αὐτῷ τὸ «ἐσόμεθά σοι» μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου γενώμεθα, μὴ τῶν ἀγγέλων αὐτοῦ· ἀλλὰ κληθέντες καὶ εἰπόντες· «Ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι», δείξωμεν τοῖς ἔργοις, ὅτι ἐπαγγειλάμενοι γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ ἢ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. Καὶ λέγομεν· «Ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ»· οὐδένα γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν, οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, «ὧν ὁ θεὸς ἡ κοιλία»· οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐδὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεο ποιοῦμεν, ὧν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ὁ ἐπὶ πᾶσι θεός, ὁ «ἐπὶ πάντων», ὁ «διὰ πάντων», ὁ «ἐν πᾶσι» θεός ἐστιν, καὶ <ἐπεὶ> ἠρτήμεθα τῆς ἀγάπης τῆς πρὸς τὸν θεόν-ἡ γὰρ ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ-λέγομεν· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν.» 5.3 Εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν-ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦ μεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν, νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν - λέγομεν «ἐπιστρέφοντες»· «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί», καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψη λῶν καὶ τῶν προτέρων θαυμασίων. Καὶ τάχα ἐὰν φιλοτεχ νῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ», κατη γοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. Τίς οὖν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὧν κατεγνωκότες λέγομεν· «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων»; Τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. Τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. Ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, <ὅτι ἄνθρω ποι> πρότερον ἦσαν καὶ ἀπεθεώθησαν· Ἡρακλέα προσκυ νοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ' ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι' ἀρετὴν εἰς θεὸν μεταβεβληκότα· ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ' αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόντας ἐξ ἀνθρώ πων εἰς θεούς, ἀλλ' ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. Ἔσονται μὲν οὖν <οἱ> ἀρχῆθεν μὲν θεοὶ νομιζόμε νοι τοῖς ἔθνεσιν τὰ ὄρη καὶ «ἡ δύναμις τῶν ὀρέων», οἱ δὲ νομιζόμενοι παρ' αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ' ἄνθρωποι γεγονέναι, οὗτοί εἰσιν «οἱ βουνοί». Ἐγνωκότες οὖν ἀμφότερα <τὰ> προσκυνούμενα τάγματά φασιν· «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων.» Οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύον τες, ὅτι ψευδῆ ἐστι ταῦτα· διόπερ οἴονται τοὺς χρησμοὺς <ἀληθινοὺς εἶναι χρησμοὺς> καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν «πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένων» πρὸς πᾶσαν δύναμιν σημείων καὶ τεράτων ἀληθείας. Ἃ μὲν γὰρ ἐποίει Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ ἃ μὲν ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας, ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι, σημεῖα μὲν ἦν καὶ τέρατα ψεύδους, οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι «δύνα μιν θεοῦ», καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. Ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνω κότες· «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις 5.4 τῶν ὀρέων»· εἶτα ἐπεὶ ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν ἴσμεν ὅτι τῷ «παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτη ρίας», καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι, μέχρι τὸ πλή ρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται», διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων», δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ σωθησομένου μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν· «Πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ.» Ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ