1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

16

Θεοῦ πόλιν τις εἰ καλοίη τὸν τόπον, οὐκ ἂν διαπταίσειε τῆς θεωρίας· ὁρᾷς

γάρ, αὐτὸν κυκλικῶς διαβλέπων, ναοὺς φαεινούς, ὡραϊσμένους ἄγαν, οἴκους ἐπ' οἴκους, καλλισυνθέτους λίαν, κήπους, φυτείας, ὡς Ἐδὲμ κεκασμένους, πᾶν, εἴ τι, τούτοις τερπνοειδῶς ἐμπρέπον· ἀνθ' ὧν, θεωρέ, δόξασον Θεοφρόνως μεμνημένος Λέοντος ἀξιοχρέως, τοῦ κτισματουργοῦ σὺν Θεῷ τῶν ἐνθάδε.

107 Εἰς τὸ δοχεῖον τῆς αὐτῆς μονῆσ

Μονῆς ἀγαστῆς, τῆς καλουμένης Νέας, δοχεῖόν εἰμι καὶ προαύλιον ξένον,

πολλοὺς ξενίζον εἰς ἄμειψιν αἰσίαν Λέοντος ἐσθλοῦ, δεσπότου τῶν ἐνθάδε.

108 Εἰς τὸ αὐτό Ὧδε ξενισθεὶς δεξιᾷ προμηθείᾳ ἀντίξενον φέροιμι δῶρον ὁ ξένος, ὧν

εὐποροίην τὸ κράτιστον εὖ μάλα· ὁμοῦ σὺν εὐχαῖς τούσδε τέτταρας στίχους.

109 Εἰς τάφουσ Τὸ τερπνὸν εἰδὼς καὶ σκιῶδες τοῦ βίου Λέων ἔγωγε, τῆς μονῆς ὁ συστάτης,

καλὸν τέτευχα τοῖς φιληλίοις τέγος, τὸ τῇδε δῶμα τέρματος μνήμην φέρον· ἅπας γὰρ ἐσθλὸς θανάτου μεμνημένος φῶς εἰσδέχοιτο καὶ παρέρχεται σκότους.

110 Ἄλλο

Ὦ τύμβε πικρὲ τῶν βίου γλυκυσμάτων, πάντας κατασπῶν οὐκ ἐπαρκεῖ

χορτάσαι· μικρούς, μεγίστους, ὀλβίους, ἀνεστίους, σοφούς, ἀμύστους, δυσπροσώπους, εὐθέτους, ὅλους ἀλήθων τέφραν ἴσχεις ἐξ ἴσου, μηδὲν φέροντας ἢ μόνον τὰ πρακτέα, ἅπερ παραστῇ τῷ Θεοῦ κριτηρίῳ· εἰ μὲν κράτιστα, δόξα τῷ κεκτημένῳ· εἰ δ' αὗ κάκιστα, φεῦ τε τῷ φαυλοπράτῃ. Ἄνθρωπε, λοιπὸν πρόσσχες, οἷόν σοι μένει.

111 Ἐπίγραμμα εἰς Στέφανον

Ὧδε Στέφανος ἐγκατέκλεισεν δέμας εἰκοστόπεμπτον ἐν βίῳ ζήσας χρόνον·

ῥάδαμνος εὐθὺς ἀμφικαλλὴς διττόθεν, ἐξ εὐγενοῦς μὲν αἵματος διαπρέπων, ἑλὼν δὲ ῥάβδον ἐξ ἀνακτόρων κλέους, πᾶσι ποθητὸς χρηστότητι τῶν τρόπων, γυναῖκα μὴ γνούς, ἀλλὰ παρθένος μένων, ὅνπερ προμηθῶς, ἐξ ἀκανθῶν ὡς ῥόδον, τοῦ τῇδε κόσμου Χριστὸς ἐξάρας τάχει ἔχει σὺν ἄλλοις δεξιᾷ χειρὶ στέφων.

112 Εἰς οἰκίαν

Οἶκος δέδειγμαι τερπνοειδὴς εὖ μάλα ἀνδρὸς κρατίστου καὶ πανευφήμου

λίαν, ὃς καὶ νεουργεῖ τὴν ὅλην μονὴν πόθῳ Θεῷ προσοίσας λύτρον ἀνθ' ἁμαρτάδων.

113 Εἰς κοιμηθέντα