[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXXIII.
[33] ΤΩΙ ΑΥΤΩΙ
Λαμβάνονταί σού τινες (αἰσθάνομαι γάρ), ὡς φιλοκαλοῦντος τὸ μόνον σου κτῆμα καὶ φιλεργοῦντος ἐν τοιαύτῃ καταστάσει τοῦ σώματος. Καὶ θαυμαστὸν οὐδέν: ἐπειδὴ καὶ ῥᾷον ἐν τοῖς ἀλλοτρίοις ἢ τοῖς οἱκείοις φιλοσοφεῖν. Ἐγὼ δ' εἰ μὲν ἑώρων σε πέρα τοῦ μέτρου τοῦτο ποιοῦντα, ἢ πλεονεκτικῶς ἢ βιαίως τῇ φιλοσοφίᾳ προσκείμενον, κἂν ἐμεμψάμην (εἰρήσεται γὰρ τἀληθές), μηδὲν τὴν φιλίαν ἢ τὴν παίδευσιν αἰδεσθείς. Εἰ δὲ φιλεργεῖς μέν, οὐκ ἔξω δὲ τοῦ μέτρου, χρῇ δ' εἰς δέον οἷς φιλεργεῖς, πρόσεστι δὲ καὶ τὸ πάθος ἐνασχολοῦν τε ταῖς φροντίσι καὶ πεῖθον ὡς ὑπὲρ τὸ σῶμά σοι τὰ τοῦ σώματος, οὐκ ἔχω πῶς μὴ τοῖς μεμφομένοις μέμψωμαι, σὲ τῆς αἰτίας ἐλευθερῶν. Καὶ πρός γε τοῦτ' ἐμαυτὸν πείθω, ὅτι μήτε λογίσασθαι περὶ πραγμάτων σοῦ τις ἀμείνων, ᾧ γε καὶ πρὸς τὰ ἑαυτῶν ἅπαντες χρῶνται διδασκάλῳ καὶ παραινέτῃ ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ, μήτε ψυχῆς φροντίσαι φιλοσοφώτερος. Εἰ δὲ καὶ τῷ σώματι τὴν ὑγείαν φυλάσσειν ἢ ἐπανάγειν μονῆς ἰατρικῆς, τίς οὕτω τολμηρὸς καὶ ἀπαίδευτος ὥστε σοι περὶ τούτων νομοθετεῖν; Τοὺς μὲν οὖν πολλοὺς ἔα χαίρειν καὶ εἶναι κολοιοὺς πτῆσιν ἀετῶν δοκιμάζοντας: αὐτὸς δὲ σεαυτῷ χρῶ συμβούλῳ καὶ τῷ Θεῷ περί τε τοῦ πάθους καὶ τῶν ὅσα περὶ τὸ πάθος, καὶ οὐχ ἁμαρτήσεις τοῦ δέοντος.