17
πρόεδροι καὶ λαοῦ διδάσκαλοι, οἱ πνεύματος δοτῆρες, ὧν σωτήριος θρόνων ἀπ' ἄκρων ἐξερεύγεται λόγος, οἱ πᾶσι κηρύσσοντες εἰρήνην ἀεί φωναῖς πλατείαις ἐν μέσαις ἐκκλησίαις τοσοῦτον ἐπεμάνησαν ἀλλήλοις πικρῶς, ὥστ' ἐκβοῶντες, συλλέγοντες συμμάχους, κατηγοροῦντες καὶ κατηγορούμενοι, διδόντες, ἐκδημοῦντες ἐν πηδήμασιν, διαρπάζοντες, οὓς τύχοι τις προφθάσας, λύσσῃ φιλαρχίας τε καὶ μοναρχίας- πῶς ἐκβοήσω ταῦτα καὶ τίσιν λόγοις; - ἔρρηξαν ἤδη τὴν ὅλην οἰκουμένην, ὃ πρόσθεν εἶπον, ἡνίκ' ἠρχόμην λόγου. λῆξις δ' ἑῴα καὶ δύσις λόγου πλέον τομὴ νομίζετ' ἢ τόπων καὶ κλιμάτων. τὰ μὲν γὰρ ἥνωτ', οὐκ ἄκροις, ἀλλ' οὖν μέσοις· οἱ δ' οὐδέν ἐστιν, ᾧ δέοντ' ἐρρωγότες, οὐκ εὐσέβειαν (τοῦτ' ἀνευρίσκει χόλος, ψεύστης ἕτοιμος), τὴν δ' ὑπὲρ θρόνων ἔριν. τί τοῦτο φάσκω τοὺς σκοπούς; οὐ τοὺς σκοπούς τοσοῦτον (ἄμφω καὶ γὰρ οἶδα μετρίους), ὅσονπερ ἀμφοῖν τοὺς κακοὺς σκουδαρχίδας, αὔρας φυσώσας τὴν ἀνημμένην φλόγα, τὰ σφῶν τιθέντας εὖ καλῶς ἐν τοῖς φίλοις, εἴπερ καλῶς τοῦτ' ἔστιν, οὐ λίαν κακῶς. Τούτων τι κἀγὼ τῶν κακῶν ἀπωνάμην. ἐπεὶ γάρ, ὃν μὲν ἀρτίως ἐπῄνεσα, {τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας} πλήρης μετρητῶν τῶν τ' ἀμετρήτων ἐτῶν πόλλ', ὡς ἀκούω, συμβατικὰ παραινέσας, ἃ πρόσθεν ἐξηκούετ' ἐκλαλῶν φίλοις, ἔνθεν μετῆλθε πρὸς χορὸν τῶν ἀγγέλων, πομπῇ τε θείᾳ καὶ χύσει τοῦ ἄστεος τόθ' ὡς μάλιστα δειχθέντος, ὥσπερ λόγος, πρὸς τὴν ἑαυτοῦ στέλλεται παροικίαν, καλόν τι θησαύρισμα τοῖς ἐγνωκόσιν. βουλὴ δὲ προύκειθ' ἡμὶν οὐ βουλευτέα, ἣν οἱ στασιώδεις καὶ κακοὶ συνεκρότουν σπουδὴν ἔχοντες ἀνταναστῆσαί τινα πρόεδρον ἄλλον τῷ τέως μονοθρόνῳ. πολλοὶ δ' ἐκινήθησαν ἐξ ἀμφοῖν λόγοι, εἰρηνικοί τε καὶ φέροντες εἰς κακόν· τότ' εἶπον αὐτός, οὕσπερ ᾠόμην λόγους εἶναί τ' ἀρίστους καὶ κακῶν λυτηρίους· «Οὔ μοι δοκεῖτε ταὐτὰ γινώσκειν, φίλοι, ἅπαντες οὔθ', ὧν νῦν χάριν βουλευτέον, ταῦθ' ἡμὶν ἥκειν ἀξιώσοντες λόγου, πλείστῳ δὲ μέτρῳ τοῦ δέοντος ἁμαρτάνειν. ὑμῖν μέν ἐστιν ἄστεως ἑνὸς λόγος, καὶ τοῦθ' ὅπως μάχοιτο νυνὶ καὶ πλέον- ὁ γὰρ σκοπὸς τοῦτ' ἔστιν, ὃν σπουδάζετε-, χειρός τε δεῖσθε τῆς ἐμῆς συλλήπτορος· ἐμοὶ δὲ μειζόνων τε καὶ πληρεστέρων. ὁρᾶτε τοῦτον τὸν μέγαν τῆς γῆς κύκλον, ὃς ἐσφράγισται αἵματος τοῦ τιμίου ῥοαῖς, θεοῦ παθόντος ἀνθρώπου τύπον τιμήν θ' ἑαυτὸν ῥύσιον δεδωκότος, ἄλλοις τε πολλοῖς θύμασιν καὶ δευτέροις. οὗτος δύω δονεῖται, θῶμεν, ἀγγέλοις- ἀλλ' οὐδ' ἐκεῖνοι (φθέγξομ' ἀλγοῦντος λόγον) τιμῆς τοσαύτης ἄξιοι. τοὐναντίον, ὅσῳπέρ εἰσιν ἄγγελοι, τόσῳ πλέον οὐκ ἄξιοι μάχης τε καὶ τῶν χειρόνων· εἴπερ τὸ κρεῖσσον ἄξιον καὶ κρεισσόνων. Ἕως μὲν οὖν ἦν ἐν μέσῳ θεῖος σκοπός- οὐδ' ἦν σαφές πω, πῶς ποθ' οἱ τῆς ἑσπέρας τὸν ἄνδρα δέξοντ' ἠγριωμένοι τέως-, συγγνωστὸν ἦν πως καὶ τὸ λυπεῖν μετρίως τούς, ὡς λέγουσι, »τῶν νόμων ἀμύντορας. «ἀνήρ τε γὰρ πρᾶός τις ὀργῆς φάρμακον, τό τ' ἀγνοεῖν μέγιστον εἰς παρρησίαν. νῦν δ' (οὐ γάρ ἐστιν οὐδὲ εἷς σάλος θεοῦ δόντος γαλήνην τοῖς ἑαυτοῦ πράγμασιν) τί φημι χρῆναι; καὶ δέξασθέ μου λόγον, λόγον προμηθῆ, τῶν νέων σοφώτερον. οἱ γὰρ γέροντες τὸ ζέον γ' οὐ πείσομεν· κενῆς γάρ ἐστιν ἧττον εὐκλείας ἀεί. θρόνος κρατείσθω τῷ κρατοῦντί νιν τέως. τί δεινόν, ἄν τι καὶ μικρὸν πλείω χρόνον τὸν ἄνδρα πενθήσωμεν, ὡς πάλαι νόμος; ἔπειτα δώσει τὴν λύσιν τοῦ πράγματος τὸ γῆρας ἡ κοινή τε παντὸς τοῦ γένους ἀναγκαία τε καὶ καλὴ προθεσμία. ὁ μὲν θανὼν οἰχήσεθ' οἷ ποθεῖ πάλαι, δώσων θεῷ τὸ πνεῦμα τῷ δεδωκότι. ἡμεῖς δὲ τηνικαῦτα ἐκ συμψυχίας λαοῦ τε παντὸς καὶ σοφῶν ἐπισκόπων θρόνῳ τιν' ἄλλον δώσομεν σὺν πνεύματι. Ἥδ' ἂν γένοιτο τῶν κακῶν λύσις μία, ἢ γὰρ τὸ μεῖζον, προσλαβεῖν καὶ τὸ ξένον (ξένον γάρ ἐστιν, ὡς ὁρῶ, νῦν ἡ δύσις), ἢ δεύτερος πλοῦς, συμφρονῆσαι τὴν πόλιν, λαὸν τοσοῦτον καὶ χρόνῳ κεκμηκότα. στήτω ποτ' ὀψέ, κοσμικὸς στήτω σάλος. οἶκτον λάβωμεν τῶν τε νῦν ἐσχισμένων τῶν τ' ἐγγὺς ὄντων τοῦ πάθους τῶν θ' ὕστερον. μή τις θελήσῃ, ποῖ προβήσεται,