1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

17

μηδέποτε ἐν τοιούτῳ γίνεσθαι φόβῳ, θαυμαστὸν οὐδέν. Τὸ δὲ ἡμᾶς τοὺς τῶν ἐνθάδε μᾶλλον τὰ ἐκεῖ πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν δεινόν, ἀλλ' εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων διαπραττώμεθα, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον διακεώμεθα, εἰσὶ γὰρ πολλοί, καὶ ἐν αὐτοῖς, οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν, τίς ἡμῖν ἔσται παράκλησις, ποία συγγνώμη λοιπόν; Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσαν, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ' ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ' ἑαυτοῖς μόνον, καὶ μὴ καθ' ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστίν. Καὶ γάρ, εἴ τις τῶν πυκτευόντων τὸν ἀνταγωνιστὴν ἀφεὶς κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, ἆρα, εἰπέ μοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν; Ὑπεσκέλισεν ἡμᾶς ὁ διάβολος καὶ κατέβαλεν οὐκοῦν ἐξαναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν καὶ κατακρημνίζειν ἑαυτούς, καὶ ταῖς παρ' ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ' ἑαυτῶν. Καὶ γὰρ καὶ ὁ μακάριος ∆αυῒδ ἔπεσεν πτῶμα τοιοῦτον οἷόν περ καὶ σὺ νῦν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τί οὖν; ἔμεινε κείμενος; καὶ οὐ διανέστη καὶ πάλιν παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν αὐτὸν κατεπάλαισεν ὡς δυνηθῆναι καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὑτοῦ. Τῷ γοῦν Σολομῶντι τὴν μεγάλην ἐκείνην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν ∆αυῒδ ὁ θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· «∆ιαρρήσσων διαρρήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα.» ∆ιὰ τί; «∆ιὰ ∆αυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἐπαγγέλλεται βοηθεῖν, λέγων· «Ὑπερασπιῶ γάρ, φησίν, ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτήν, δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν δοῦλόν μου.» Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, καὶ ἐν ἑαυτῷ εἶπεν ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν θεόν· «Ἐτίμησεν γάρ με τιμὴν μεγάλην καὶ εἰς προφήτας ἐνέταξεν καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισεν καὶ μυρίων κινδύνων ἐξήρπασεν, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκὼς καὶ εἰς τὰ τῶν αἰσχίστων, ὀλισθήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν;» Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.

16 Οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασιν τραύματα μόνα θάνατον ἐργάζεσθαι πέφυκεν ἀμελούμενα, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς. Καὶ ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾶν· καίτοι γε ἐπὶ μὲν τῶν σωμάτων ἀνίατα πολλὰ πολλάκις συμβαίνειν εἰκός, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἔνι, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν· ἐπὶ δὲ τῶν ψυχῶν ἔνθα οὐδέν ἐστιν ἀνίατον νόσημα, οὐ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν, ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων παθῶν οὕτως ἀμελοῦμεν καὶ ἀπογινώσκομεν· καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλειν εἴωθεν, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα· ἔνθα δὲ οὐδὲν ὅπερ ἀπαγορεῦσαι χρή, ὥσπερ τῶν ἀπεγνωσμένων ἀφιστάμεθα καὶ παραμελοῦμεν· τοσοῦτον πλείονα τοῦ σώματος ἢ τῆς ψυχῆς τὸν πόθον ἔχομεν. ∆ιά