λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς ἠμέλησας ἕως τὴν σήμερον, κεχερσωμένη οὖσα πάσας τὰς ἡμέρας; καὶ ἵνα μνημονεύσῃ τῶν κολάσεων καὶ τῆς αἰωνίου βασιλείας ἐλέγχων ἑαυτὸν πάσῃ ὥρᾳ καὶ λέγων, ὅτι πῶς ὁ θεὸς κεχάρισταί σοι πάσας τὰς τιμὰς ταύτας, καὶ σὺ ἠμέλησας; πᾶσαν τὴν κτίσιν ἐν ὑποταγῇ σου πεποίηκε, καὶ οὐκ ἠθέτησας. καὶ ὅταν ταῦτα εἴπῃ τῇ ψυχῇ αὐτοῦ, ἐλέγχων αὐτὴν νύκτα καὶ ἡμέραν καὶ πᾶσαν ὥραν, εὐθέως ἔρχεται πρὸς αὐτὸν ἡ τοῦ θεοῦ θέρμη, ἡ κατὰ πάντα τῆς πρώτης βελτίων. 57.6 ὅτε γὰρ ὁ μακάριος ∆αβὶδ εἶδε βάρος ἐλθὸν ἐπ' αὐτόν, εἶπε ∆ιελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα, καὶ πάλιν Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελετήσα ἐν πᾶσι τοῖς ἔργοις σου· ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων, διεπετάσα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. καὶ ὅταν ἀποστραφῇς, δῷς ἑαυτὸν εἰς τὴν μελέτην τῶν τοῦ θεοῦ θαυμασίων· τότε σωθήσῃ, χάριτι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας, ἀμήν.