τὸν αὐτοκράτορα. 3.10 Οἳ μὲν οὖν ἀτάκτως ἔθεον, οἱ δὲ πολέμιοι θεαταὶ μόνον τῆς παραλόγου νίκης ἐγίγνοντο, ἐξεστηκότες ὡσανεὶ ἐπὶ τοῖς σὺν οὐδενὶ λόγῳ τραπεῖσι καὶ φεύγουσιν. Εἶτα δή τινας ὀλίγους ἐν τῷ πολέμῳ ζωγρήσαντες, καὶ τούτους ὅσους ᾔδεισαν τῆς περιφανεστέρας τύχης καθεστηκότας, τοῖς ἄλλοις χαίρειν εἰπόντες, ἐπὶ τὴν λείαν ἐτράπησαν. Καὶ πρῶτά γε τὴν βασιλικὴν αἴρουσι σκηνὴν, πολλῷ τῶν νῦν ἀνακτόρων ἀντίμετρον· ὅρμοι τε γὰρ καὶ στρεπτοὶ καὶ ται νίαι, λίθοι τε μαργαρίτιδες καὶ τῶν ἔτι κρειττόνων, καὶ πᾶν εἴ τι λαμπρότερον, ταύτην ἐπλήρουν, ὧν οὔτε τὸ πλῆθος ῥᾳδίως ἄν τις ἀπηριθμήσατο, οὔτε τὸ κάλλος καὶ τὸ μέγεθος ἀπεθαύμασε· τοσαύτη καὶ τοιαύτη τῇ τοῦ βασιλέως σκηνῇ ἀπέκειτο πολυτέλεια· πρῶτα μὲν οὖν ταύτην αἴρουσιν οἱ βάρβαροι, ἔπειτα δὲ καὶ τὰ ἄλλα τῶν λαφύρων συσκευασά μενοι καὶ ἐφ' ἑαυτοὺς ἀναθέμενοι, ἐπὶ τοὺς ἑταίρους ἑαυτῶν ἐπανέζευξαν· καὶ οἳ μὲν οὕτως. Ὁ δὲ βασιλεὺς προῆλθε τοῦ βαρβαρικοῦ λόχου τῷ τοῦ ἵππου συμπλανώμενος δρόμῳ καὶ πνεύματι, καὶ πρός τινι ἐγεγόνει λόφῳ, καὶ ἄποπτος ὦπτο τοῖς θέουσί τε καὶ παραθέουσι (κατηγόρει γὰρ τοῦτον τὸ περὶ τῷ πεδίλῳ χρῶμα), καὶ πρὸς ἑαυτὸν πολλοὺς τῶν φευγόντων ἐπέσχε, καὶ ὑπ' ἐκείνοις κυκλωθεὶς ἵστατο. Εἶτα δὴ τῆς περὶ αὐτὸν φήμης ἤδη διασπαρείσης, ἄλλοι τε προσῄεσαν, καὶ δῆτα καὶ ἡ εἰκὼν αὐτῷ τῆς Θεομήτορος ἐμφανίζεται, ἣν οἱ τῶν Ῥωμαίων βασιλεῖς ὥσπερ τινα στρατηγὸν καὶ τοῦ παντὸς στρατοπέδου φύλακα ἐν τοῖς πολέμοις συνήθως ἐπάγονται· μόνη γὰρ αὕτη οὐχ ἁλωτὸς ταῖς βαρβαρικαῖς ἐγεγόνει χερσίν. 3.11 Ὡς δ' οὖν εἶδεν ὁ αὐτοκράτωρ τὸ γλυκὺ τουτὶ θέαμα (καὶ γὰρ ἦν ἄλλως καὶ περὶ τὸ σέβας ταύτης θερμό τατος), ἀνεθάρσησέ τε εὐθὺς καὶ ἐναγκαλισάμενος, οὐκ ἔστιν εἰπεῖν ὡς περιεπτύσσετο, ὡς τοῖς δάκρυσιν ἔβρεχεν, ὡς γνησιώτατα καθωμίλει, ὡς τῶν εὐεργεσιῶν ἀνεμίμνῃσκε καὶ τῶν πολλῶν ἐκείνων συμμαχιῶν, αἷς τὸ Ῥωμαίων πολλάκις κράτος διακινδυνεῦον ἐρρύσατό τε καὶ ἀνεσώσατο. Θάρσους γοῦν ἐντεῦθεν ὑποπλησθεὶς, ὁ τέως φυγὰς ἐπετίμα τοῖς φεύγουσι, καὶ νεανικώτερον ἐκβοῶν ἐπεῖχέ τε τῆς πλάνης, ἑαυτόν τε ἐγνώριζε τῇ τε φωνῇ, τῷ <τε> σχήματι, καὶ πολύ τι πλῆθος ἀθρόον συνηθροικὼς, πρῶτα μὲν βάδην μετ' ἐκείνων πρός τινα καταλύει σκηνὴν σχεδιασθεῖσαν αὐτῷ· αὐτοῦ τε ἐναυλισάμενος, εἶτα δή τοι καὶ βραχύ τι ἀναπαυ σάμενος, ἅμα πρωῒ τοὺς λοχαγοὺς μετακαλεσάμενος βου λὴν προτίθεται, τί πρακτέον εἴη αὐτοῖς· πάντων δὲ ἐπὶ τὸ Βυζάντιον ἀναζεῦξαι συμβουλευσάντων κἀκεῖσε περὶ τῶν συμβεβηκότων θέσθαι διάσκεψιν, τῇ τε ἐκείνων συνθέμενος ψήφῳ καὶ τὰ συνοίσοντα ἑαυτῷ βουλευσάμενος, ἐπὶ τὴν Κωνσταντινούπολιν ἀνέδραμεν. 3.12 Ἐντεῦθεν πλεῖστα ἐφ' οἷς τε ἐπεποιήκει μεταμε λόμενος, καὶ ἐφ' οἷς ἐπεπόνθει τὴν ψυχὴν ἀλγυνόμενος καθάπαξ ἠλλοίωτο καὶ πρὸς ἀσυνηθέστερον βίον μετ έστραπτο. Ἐλπίσας τε ἀπὸ τῆς περὶ τὸν δημόσιον ἐπιμελείας τὰ ἀπολωλότα αὐτῷ ἐν ἴσῳ ἀνακτήσασθαι μέτρῳ, πράκτωρ μᾶλλον ἢ βασιλεὺς ἐγεγόνει, τὰ πρὸ Εὐκλείδου, ὅ φασιν, ἀνακινῶν καὶ διερευνώμενος, καὶ ἀφανισθέντων τῇ μνήμῃ πατέρων τοὺς παῖδας λογιστεύων πικρῶς, οὐ δικάζων τοῖς ἀντιδιατιθεμένοις, ἀλλὰ θατέρῳ μέρει συνηγορῶν, καὶ οὐχ ἑτέρῳ μᾶλλον ἢ αὑτῷ τὰς ἀποφάσεις ποιούμενος. ∆ιῄρητο γοῦν τὸ δημοτικὸν σύμπαν· καὶ οἳ μὲν ἐπιεικέστεροι εὐή θειάν τε ἑαυτοῖς καὶ ἀπραγμοσύνην περὶ τὰ κοινὰ προσε πλάττοντο καὶ ἐν καρὸς μοίρᾳ παρὰ τῷ κρατοῦντι ἐλογί ζοντο, οἳ δέ γε πάντα ῥᾳδίως τολμῶντες καὶ τὰς ἑτέρων ζημίας οἷον παρακερδαίνοντες, ὕλην πλείονα τὴν ἑαυτῶν κακίαν τῇ τοῦ κρατοῦντος ὑπετίθουν πυρκαϊᾷ· καὶ πάντα ἦν ταραχῆς μεστὰ καὶ συγχύσεως, καὶ τό γε δεινότερον, ὅτι τῶν πλείστων ἀπαμφιεννυμένων καὶ γυμνουμένων, οὐδέν τι τῆς ἐντεῦθεν συνεκφορᾶς ἀπήλαυε τὰ βασίλεια, ἀλλ' ἐφ' ἕτερα