17
λαληθῆναι τὸν λόγον». μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ «ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη». 111 ∆ηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν, τὸ δὲ οὐ μὴ προσ θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δευτέρας μηκέτι δεόμενοι. 112 Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ ∆αβίδ· «πρόσω πον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά». οὐκ ἐπιβλέπονται δὲ παρ' αὐτοῦ, μένοντες ὅπερ εἰσίν· «ὅταν» γὰρ «εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται» καὶ λοιπὸν ὡς πιστὸς ἐπιβλέπεται. εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν , δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον , πάντας γὰρ ἀπήγαγον. 113 Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ' οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ' ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται. 114 Ὑπὸ γὰρ τοῦ σωτῆρος «ἁλιεῖς ἀνθρώπων» ἀποδειχθέντες οἱ μα θηταὶ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὕσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· «ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με». 115 Ἱστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο , ἤγουν πρὸς δίκην ἀνήφθησαν καθ' ἡμῶν. νοοῖτο δ' ἂν καὶ περὶ τῶν ἀποστόλων ὧν «ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης». 116 Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὗτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς , ἀλλ' ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον «κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται Μωσέως ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν». διὰ δὲ τοῦ προφήτου ῥητὸν πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴ ποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος , ἀλλ' οἱ «ἀνα κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι», ὧν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἦν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· «αὐτὸς ὁ λαλῶν πάρειμι», αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ' ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν , μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ὑπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα , οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ' ἐν ὅλοις τοῖς ἔθνεσιν , ὅτε «ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ' αὐτῶν» διὰ τὸ κατὰ τοῦ Χριστοῦ τόλμημα «ἐδόθη τοῖς ἔθνεσιν». ἰδοὺ γὰρ ζῶσιν ἐν ἡμῖν οἱ προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ' οὐκέτι παρ' ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν. ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν , Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν . οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα λήσας ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ». οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· φησὶ γὰρ ὁ σωτήρ· «καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε». ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, ἐν οἷς ἐστιν ἡ προφητεία, φησίν· «ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν