θεόν. ∆ιὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ 29.171 πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ άγουσιν αὐτὸν καὶ πειραζόμενον. 30.172 «Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης». Βασιλείας κόσμου φησὶ τῶν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ μὲν βασιλεύονται ὑπὸ πορ νείας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλ αργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας καὶ ἑτέρων παθῶν. Οὐκ ἐδείκνυε δὲ αὐ τῷ τὰς βασιλείας τοῦ κόσμου, οἷον φέρε εἰπεῖν τὴν Περσῶν οἰκονομίαν ἢ τὴν Ἰνδῶν, ἀλλ' «ἐδείκνυεν αὐτῷ 30.173 τὰς βασιλείας τοῦ κόσμου», τίνα τρό πον ἰσχύει αὐτῶν βασιλεύειν, ἵν' αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιή σαντος περιγενήσεσθαι τοῦ Χριστοῦ. Εἰ θέλεις, φησί, βασιλεῦσαι τού των καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βα σιλευομένους ὑπ' ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ· «πεσὼν προσκύνησόν μοι», καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ' ἐμέ. Ἀλλ' ὁ σωτὴρ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀλη θείας καὶ πάσης ἀρετῆς, βασιλεῦσαι 30.174 δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμητὶ ὑποτάξας ἑαυτὸν ἐκείνῳ στε φανώσασθαι, οὐδὲ ἀκμητὶ λαβεῖν πά σας «τὰς βασιλείας τοῦ κόσμου» καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. ∆ιό φησι πρὸς αὐτόν· «γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». Τού τους, φησί, πάντας διὰ τοῦτο θέλω ἄρχεσθαι ὑπ' ἐμοῦ, ἵνα «κύριον τὸν θεὸν» προσκυνήσωσι «καὶ αὐτῷ μό νῳ» λατρεύσωσιν· τοῦτό ἐστι τὸ βού λημα τῆς ἐμῆς βασιλείας. Σὺ δὲ θέ λεις τὴν ἁμαρτίαν ἀπ' ἐμοῦ ἄρξασθαι, ἣν ἐγὼ καταργῆσαι θέλω. 31.177 Ὅρα δέ, πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν γραφῶν. Θέλει καθελεῖν τὴν δόξαν τοῦ κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγ γελοι αὐτῷ βοηθοῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ, οὐδὲ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. 31.178 Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σέ, ὦ διάβολε· εἰ μὴ Ἰησοῦς βοη θήσῃ τοῖς ἀγγέλοις, προσκόπτουσιν. Καὶ σὺ διὰ τοῦτο πέπτωκας «ἐξ οὐρανοῦ», ἐπειδήπερ αὐτάρκη ἑαυτὸν ἐνόμισας εἶναι καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλ' εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε. Γέγραπται γάρ· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται». Τοῦτο δὲ δικαίῳ μᾶλλον ἁρμόζει ἢ 31.179 τῷ υἱῷ τοῦ θεοῦ. Καὶ αὖθις· «πεσεῖ ται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῆς δεξιᾶς σου»· ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται. Ταῦτα δὲ τὰ ῥήματα ἐν ψαλμῷ ʹ <εἴρηται>· λέγει δὲ οὐ περὶ Χριστοῦ, ἀλλὰ περὶ δικαίων. Οὐ γὰρ Χριστὸς φοβεῖται δαιμό νιον μεσημβρινὸν οὐδὲ νυκτερινόν, οὐδὲ δεῖται βοηθείας ἀγγέλων, αὐτὸς τηρῶν αὐτοὺς ἀπροσκόπους θεῷ· εἰ δὲ καὶ περὶ Χριστοῦ λέγοιτο, παν ούργως παρῆκε τὰ μεταξύ· ἐπάγει γάρ· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατή σεις λέοντα καὶ δράκοντα»· ταῦτα γὰρ αὐτὸς ἦν. 32.181 Ἐπειδὴ ἤμελλεν ἀθλεῖν ἐν τῷ πει ρασμῷ πρὸς τὸν διάβολον, δὶς ὀνο μάζεται τὸ «πνεῦμα» χωρὶς πάσης προσθήκης· ὅτε δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμούς, πρόσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς, τί περὶ τοῦ πνεύματός φησιν, ὅτι «Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ πνεύματος», καὶ προσέθηκεν «ἐν τῇ δυνάμει» διὰ τὸν ἀθλητὴν τὸν νενικηκότα. 32.183 Ἀπεστάλθαι δέ φησιν ἑαυτὸν «εὐαγγελίσασθαι τοῖς πτωχοῖς», τοῦτ' ἔστι τοῖς ἐθνικοῖς τοῖς ἀπίστοις· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ μηδὲν ἔχον τες, μὴ θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας· καὶ ἅπασι τοῖς πλοῦ τον οὐκ ἔχουσι πνευματικὸν καὶ γυμ νοῖς πάντων, προφητείας, ναοῦ καὶ τῶν ὁμοίων. Τούτοις οὖν εὐηγγελί σατο τὴν τῶν οὐρανῶν βασιλείαν· αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν τοῦτ' ἔστι τὸν Σατανᾶν. 33.186 Πατρὶς μὲν γὰρ τῶν προφητῶν ὁ ἐκ περιτομῆς λαός, παρ' οἷς οὔκ εἰσι δεκτοί· ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθη κῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν ἐδεξά μεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προ κηρύξαντας Χριστὸν ἤπερ ἐκεῖνοι· 33.187 ὥσπερ καὶ ἡ ἐν Σαρέφθοις τῆς Σιδω νίας