1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

17

ἀποστολικοῦ ῥητοῦ λέγον τος ὅτι «τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν», καὶ ὅταν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ», ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν «τότε πᾶς Ἰσραὴλ σωθή σεται», φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. Ἦν <τις> Ἰσραὴλ σῳζόμενος. Ἐξέπεσεν ὁ πολὺς Ἰσραήλἀλλὰ «λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», περὶ οὗ λείμματος μυστικῶς «ἐν Ἠλίᾳ» λέλεκται· «Κατέ λιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ», καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ὁ ἀπόστολός φησιν· «Ἄρ' οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν.» Οὐκοῦν Ἰσραὴλ κἂν λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. Ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν· οὐ γὰρ εἶπεν· ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, ἀλλ' «ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται»· οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ «τὸ πλήρωμα τῶν ἐθνῶν». Εἴ τις δύναται, τὸ λοιπόν, ὥσπερ εὗρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε «πάντες δουλεύσου σιν» κατὰ τὰ ἐν τῷ Σοφονίᾳ εἰρημένα «τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας οἴσουσιν θυσίας αὐτῷ», ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ· «Αἰθιο πία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ», καὶ ταῖς «βασι λείαις τῆς γῆς» προστάσσει ὁ λόγος λέγων· «Ἄισατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ.» 5.5 Οὐκοῦν λέγομεν ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν περὶ μὲν ἑαυτῶν, μετανοοῦντες ἐπὶ τοῖς ψευδέσιν ἃ ἐνομίζομεν εἶναι ἀληθῆ· «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων», περὶ δὲ τοῦ μεθ' ἡμᾶς σωθησομένου Ἰσραήλ· «Πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ οἴκου Ἰσ ραήλ»· εἶτα ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδω λολατροῦντες, φαμέν· «Ἡ δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.» «Ἡ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν» καὶ τάδε τὰ εἰρημένα. Οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι ὁ μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι· πρὶν γὰρ αἰσχύνης οὐ «καταναλίσκεται ὁ μόχθος τῶν πατέρων ἡμῶν» καὶ τὰ ἐπιφερόμενα. ∆ιὰ τοῦτο κατανοή σωμεν ἁμαρτανόντων διαφοράς. Εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐδὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρτίαις αὐτῶν οὐδὲ ἐρυθριῶντες. Τοιοῦτοί εἰσιν οἱ «ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ»· βλέπεις γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ' ὅτε καταλέγουσιν τὰς πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέ ναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. Ὅσον οὐκ αἰσχύ νονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι, οὐκ ἀναλίσκε ται αὐτῶν τὰ ἁμαρτήματα. Ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυν θῆναί τινα ἃ οὐκ ᾐσχύνετο. ∆ιὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ «αἰσχυνθήτω σαν καὶ ἐντραπήτωσαν πάντες οἱ μισοῦντες Σιών»· εὔχεται γὰρ τοὺς ἀναισθήτους <τῶν> τῆς αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν. 5.6 Τὰ δὲ ἄλογα τῶν πατέρων κινήματα «πρόβατα» εἶπεν καὶ «μόσχους». Οὐ γὰρ πάντα τὰ ἄλογα ἐπαινετά, ἀλλ' ἔστιν ἄλογά τινα ψεκτά, ὥσπερ τὰ πρόβατα τῶν πατέρων τῶν ἡμαρτηκότων, ἔστιν δέ τινα ἄλογα ἐπαινετά, οἷον· «Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούουσιν.» Πρόβατα ἦν καὶ ταῦτα, οἷς ἀνάλογον ἔχομεν τὸν λόγον, ἔχοντες τὸν ποιμένα τὸν καλὸν ἐν ταῖς ψυχαῖς ἡμῶν. Ἐπὰν γὰρ λέγῃ ὁ σωτήρ· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός», οὐκ ἀκούω μόνον καθολικῶς, ὡς πάντες ἀκούουσιν, ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων, -καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές, -ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν, ἔνδον μου τὸν καλὸν ποιμένα,