ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία· αἱμωδια σμὸς ἡ ἐν τῇ ἁμαρτίᾳ ἐστὶ δι' αὐτῆς νεκρότης· ὀδόν τες, ἡ δύναμις τῆς ψυχῆς. Ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολή. Αἱ παραβολαὶ οὐ κατὰ τὰ πράγματα ἀκούονται, ἀλλὰ κατὰ ἀναγωγήν. Ὁ εἰπὼν νόμος, ἀποδίδοσθαι ἁμαρ τίας πατέρων ἐπὶ τέκνα, εἶπεν, ὅτι οὐκ ἀποθανοῦν ται υἱοὶ ὑπὲρ πατέρων. Οὐκ ἔστι γὰρ ἄλλον ὑπὲρ ἄλλου, πατέρα ὑπὲρ υἱοῦ, ἢ ἀνάπαλιν, ἀπολαβεῖν ἁμαρτίας. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Θνῆσιν τῆς ἁμαρτίας, κατὰ στέρησιν τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή. Ἄνθρωπος ὃς ἔσται δίκαιος. Ἄνθρωπός ἐστι δίκαιος ποιῶν κρίμα, ὁ μηδὲν ἀκρίτως ποιῶν, ἀλλὰ κεκριμένως ἐν δικαιοσύνῃ. Ἐπὶ τῶν ὀρέων οὐ φάγεται. Τὴν βρῶσιν ἐκείνην τὴν τῶν ὑψωμάτων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώ σεως τοῦ Θεοῦ. Ὄρη δέ ἐστι νοητὰ, τασσόμενα ἐκ τῶν ἐναντίων, οἱ ταῦτα γεννήσαντες. Πρὸς τὰ εἴδωλα οἴκου Ἰσραήλ. Κατὰ τὴν διά νοιαν τῶν παθῶν τὰ εἴδωλα λέγει. Πρὸς τὴν γυναῖκα ἐν ἀφέδρῳ οὖσαν. Τὰς τῆς καθάρσεως ἡμέρας· ἐκ τούτου κατὰ μέρος ἐθίζων εἰς σωφροσύνην ἀκροτάτην. 13.817 Τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει. Τόκος λέγεται τὸ ᾀδόμενον ἐπὶ ἀργυρίου· πλεονασμός ἐστι τὰ ἐπὶ τῶν λοιπῶν διδόμενα βρωμάτων ἢ πομάτων. Λοιμός ἐστιν ὁ λυμαινόμενος, οἱονεὶ ὁ ἅρπαξ, ἄδικος, καταπίνων πάντα. Καὶ χέοντα αἷμα. Αἷμά ἐστι σύμβολον ζωτικῆς δυνάμεως ψυχῆς. Καὶ πτωχὸν καὶ πένητα. Πλούσιον οὐ δύναται καταδυναστεῦσαι ὁ λοιμός. Λύτρον γὰρ ψυχῆς ἀν θρώπου, ὁ ἴδιος πλοῦτος· πτωχὸς δὲ οὐχ ὑφίστα ται ἀπειλήν. Πλούσιός ἐστιν ὁ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ Θεοῦ, καὶ ἐν πάσῃ γνώσει. Καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ. Πάντα τὰ ἀναπεπλασμένα εἴδωλά εἰσι. Τιθέασι δὲ ταῦτα ἐν ἀποκρύφῳ οἱ αἱρετικοί. Ἐὰν δὲ γεννήσῃ υἱόν. Ἡ γένεσις ἡμῶν κατὰ σάρκα οὖσα· ταύτης καὶ πατέρας καὶ μητέρας ἔχο μεν. Οὐ γάρ ἐστι ψυχῆς μήτηρ ἢ πατήρ· ταύτης γὰρ ὁ Θεὸς μόνος ἐστὶ ποιητὴς καὶ πατήρ, Καὶ τοῦτο δι δάσκων ὁ Θεὸς λέγει, ὅτι, Πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι· καὶ ἑκάστη ψυχὴ ἰδίαν ὑπόστασιν ἔχει, ἐν τῷ ἰδίῳ λόγῳ ἱσταμένη, καὶ οὐκ ἐν ἄλλῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλην ὑπὲρ ἄλλης τὰς ἁμαρτίας ἀποτίνειν. Ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε. Πάντα τὰ παραπτώματα ἓν παράπτωμα λέγει· καὶ πάλιν τὸ ἒν τὰ πολλὰ εἰκονίζεται. Καὶ παρέπεσε παράπτωμα ἐκεῖνος ὁ λαὸς, ἀποκτείνας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Παραπίπτει δὲ ὁ καθεὶς, ἀπολλύων τὸν λό γον εἰς ἀλογίαν. Οὐ κατορθοῖ ὁδὸς Κυρίου. Ἰσραὴλ λέγουσιν, ὅταν ἴδωσι τὰ ἔθνη εἰσερχόμενα. Οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Ἐφ' ὑμῖν ἐστιν. Ἀποῤῥίψατε ἀσεβείας ὑμῶν ἀφ' ἑαυτῶν. Καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινήν. Καὶ πῶς τοῦτο γενήσεται; Ἐὰν ἐκδυσώμεθα τὸν παλαιὸν ἄν θρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσώμεθα τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ὅταν ἀναβῶμεν ἀπὸ τῶν γηΐ νων πραγμάτων εἰς τὸ ἀνώγεων τὸ μέγα τὸ σεσαρω μένον ἀπὸ πάσης κακίας, καὶ κεκοσμημένον δὲ καὶ ἐστρωμένον τελείᾳ ἀρετῇ, καὶ ἑορτάσωμεν μετὰ Ἰη σοῦ, λαβόντες τὸ ποτήριον τῆς καινῆς ∆ιαθήκης, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ποιούμενοι ἐν τῷ θνητῷ ἡμῶν σώματι διὰ τῆς μετοχῆς αὐτοῦ. ΚΕΦ. ΙΘʹ. Τί ἡ μήτηρ σου σκύμνος ζῶν ἐν μέσῳ λεόν των; Τροπολογεῖται εἰς λέοντα, εἰς ἕκαστον θηρίον κατὰ τὴν ἕξιν τὸ λογικὸν, καὶ εἰς πᾶν ζῶον καὶ ἑρ πετόν. Τοῦ αὐτοῦ. Μητέρα τοῦ λέοντος ᾐνίξατο τοῦ ἄρ χοντος Ἰσραὴλ συναγωγήν· ἥτις καὶ αὐτὴ ἀπεθη ριώθη ἐν πολλοῖς, καὶ μάλιστα ὅτε ἔδωκε τὴν φωνὴν αὐτῆς ἐπὶ τὸν ∆εσπότην αὐτῆς, λέγουσα· Ἆρον, ᾆρον, σταύρωσον αὐτόν. Τοῦ αὐτοῦ. Πολλοὶ τῶν ἀνθρώπων οὐδὲν διαφέ 13.820 ρουσι, μᾶλλον δὲ καὶ χείρους εἰσὶ θηρίων τῇ ὠμότητι καὶ τῇ ἀπανθρωπίᾳ· οἷος ἦν καὶ οὗτος ὁ λεγόμενος ἄρχων τοῦ Ἰσραήλ. Καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. Οὗτος ὁ δεύτερος λέων οὐ μόνον πράξει ἀσεβείας ἦν λέων λυμεὼν τῶν ἀν θρώπων, ἀλλὰ καὶ σύμβολόν ἐστι τῶν ἐν τοῖς ἀσε