1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

17

Ὧδε, προελθών, ἐντέθαπται τῷ τάφῳ Θεοφύλακτος, ὁ τρισόλβιος μέροψ,

εὐνοῦχος μὲν ὤν, ἀλλὰ δεξιοῦ γένους, εὔοπτος ἥλιξ, εὐσεβής γε καὶ μάλα, ὃς πρωτοβαθρεῖ ἐν σπαθαρίων στάσει ἐν μακρότησιν ἡμερῶν ἀνακτόρων. Τὸν τῇδε ναὸν καὶ μονὴν παναισίαν ἤγειρε τερπνῶς τῷ Θεῷ καὶ ∆εσπότῃ εἰς λύτρον αὐτοῦ πταισμάτων τῶν ἐν βίῳ.

114 Εἰς Ἴγνας,

τὴν μονήν Λέων ὁ κλεινὸς καὶ κράτιστος ἀνδράσιν τμηθεὶς συνεύνου

Χριστοσυμπλόκῳ πόθῳ εἷλε μονήρους τὸν τρισόλβιον βίον, ὡς προξενοῦντα τὴν ἄνω κληρουχίαν, ὅλην προσάξας τῷ Θεῷ τὴν οἰκίαν, μονὴν γυναικῶν χρηματίζειν αἰσίαν, καὶ τερματισμῷ τοῦ Θεοκλεοῦς δρόμου † ὥδη † τέθαπται προσμένων τὴν ἡμέραν, ἐν ᾗπερ ἥξει Χριστὸς εἰς πάντων κρίσιν.

115 Εἰς τὴν αὐτοῦ σύμβιον Ἄννης

τὸ σῆμα συμφυῶς ὧδε βλέπεις, ὡς τῷ συνεύνῳ συμφρονησάσης ἴσα, παθεῖν

χωρισμὸν εἵνεκα Χριστοῦ μάλα καὶ τὸν μονήρους ἀσπάσασθαι σὺν τέκνοις βίον φαεινὸν οὐρανοκτήτου κλέους, ὅθεν γε καὐτὴ προσμένει τὴν ἐλπίδα, πρὸς Χριστὸν αὐτὸν οὐρανοδρομεῖν τότε, ὅτ' ἄνπερ ἥξῃ τοῦ κρίναι βροτοὺς ὅλους.

116 Εἰς κοιμηθεῖσαν

Ἐσθλὴ γυναικῶν ἔν τε πίστει καὶ βίῳ ἡ τῇδε θεῖσα τὸ κλεῶδες σαρκίον καὶ

πνεῦμα δοῦσα τῷ Θεῷ καὶ ∆εσπότῃ, ὃς εὐδόκησεν Εὐδοκίαν εἰκότως ταύτην καλεῖσθαι τῷ φερωνύμῳ τρόπῳ, ὡς εὐδοκηθεῖσάν γε παγκάλοις τρόποις, σὺν ἀνδρὶ κλεινῷ σεμνὸν ἐξοῖσαι βίον κἀν τῷ τελευτᾶν εὐοδοθεῖσαν κλίναι πρὸς πίστιν ὀρθὴν τὸν φύσαντα πατέρα.

117 Εἰς κοιμηθεῖσαν

Εὔχρηστον ὄντως σκεῦος ἡγιασμένον ἰσοστατοῦν γε χρυσοκολλήτῳ στέφει

ῥαντοῖς καλοῖσι μαργάροις ηὐγασμένῳ ἡ τῇδε θεῖσα τὸ τρισόλβιον δέμας· νέου γὰρ ἀνδρὸς ἐκτομὴν ὑποστάσα, ἥρωος ἄλλου τῷ σθένει καὶ τῷ κλέει -πρὸς Ἀρμενίας τοῖν δυοῖν ὡρμημένων-, ἄριστον ἥδε τοῦτο κέκρικεν μάλα, τὰ πάντα δοῦναι τῷ Θεῷ καὶ ∆εσπότῃ, ῥακοστολεῖν δὲ τῷ μοναστικῷ τρόπῳ. Ἴοι κράτιστα τοιγαροῦν ἐν τῷ βίῳ κόσμον φέρουσα τὴν ταπεινὴν καρδίαν, ἰσοσμάραγδον τὴν ῥοὴν τῶν δακρύων, ἄγρυπνον ὄμμα καὶ προσευχὴν ὡς φάος· ταύτῃ τελειοῖ καί γε θείως τὸν δρόμον ἀπροσπέλαστον αἱρετιζόντων πλάνῃ· διπλοῦν δὲ δῶρον τῷ Θεῷ προσηγμένη ἔχει τὸ χαίρειν σὺν δικαίοις εἰς ἅπαν.

118 Τῇ αὐτῇ

Ὁ χῶρος ἐσθλός· καὶ γὰρ Εἰρήνης τάφος εἰρηνοποιὸν πρὸς Θεὸν σχούσης

βίον.