[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXXVI.
[36] ΤΩΙ ΑΥΤΩΙ
Ἀλγῶ τῇ νόσῳ καὶ χαίρω: οὐχ ὅτι ἀλγῶ, ἀλλ' ὅτι τοῦ καρτερεῖν τοῖς ἄλλοις εἰμὶ διδάσκαλος. Ἐπειδὴ γὰρ τὸ μὴ πάσχειν οὐκ ἔχω, τοῦτό γε τῷ πάσχειν παρακερδαίνω, τὸ φέρειν καὶ τὸ εὐχαριστεῖν ὥσπερ ἐν τοῖς εὐθύμοις, οὕτω δὴ κἀν τοῖς ἀλγεινοῖς, ἐπειδὴ πείθομαι μηδὲν ἄλογον εἶναι παρὰ τῷ λόγῳ τῶν ἡμετέρων, κἂν ἡμῖν οὕτω φαίνηται.