1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

18

Τίς ἔτι τολμήσει θεομαχῆσαι; Τίς εἰς τοσαύτην ἀπιστίαν κατενεχθήσεται ὥστε τούτοις ἀπιστῆσαι; Εἴπερ πανταχοῦ ἀποδέδεικται διά τε τῆς παλαιᾶς καὶ καινῆς διαθήκης ἁγιαζόμενα τὰ κτίσματα τοῦ θεοῦ, εἴτε γὰρ προσφέρεται θεῷ, εἴτε καὶ μεταλαμβάνει ὁ Χριστὸς ὁ ἐνανθρωπήσας, διὰ πάντων τὰ ἑαυτοῦ κτίσματα ἁγιάζεται. Παυσάτωσαν οὖν οἱ αἱρετικοὶ διορθούμενοι τὸν θεόν. Τὸ γὰρ λέγειν· «Τοῦτο καλῶς ἐποίησε, τοῦτο ἐσφάλη ποιήσας «, οὐκ ἔστιν ἀνθρώπου νοῦν ἔχοντος, ἀλλὰ μαινομένου καὶ θεομαχοῦντος. Ἴδωμεν δέ, εἰ αὐτοὶ πάντων τῶν ἐμψύχων ἀπέχονται κατὰ τὴν διδασκαλίαν τῶν ἀκαθάρτων Μανιχαίων. Ἐκείνων γὰρ οἱ ἔξαρχοι ἅπαξ νομοθετήσαντες ἐμψύχων ἀπέχεσθαι διὰ τὴν ἐνοικοῦσαν ἐν αὐτοῖς ἀσέβειαν, καὶ τὰ φυόμενα ἐκ τῆς γῆς ἔμψυχα εἶπον· ἀπεσπάσαντο δὲ ἐκ τῶν γραφῶν τὰς μαρτυρίας· ὡς γὰρ λέγει ἐν τῷ ∆ανιήλ· Εὐλογεῖτε τὰ θηρία καὶ κτήνη καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον, οὕτως φησίν· Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐκ τῆς γῆς τὸν κύριον. Καὶ ἀκολούθως τῇ οἰκείᾳ ἀσεβείᾳ ἀκολουθήσαντες εἰς τὸν κρημνὸν τῆς πλάνης κατερράγησαν· οὐδὲ γὰρ ἔτι δυνατὸν ζῆσαι ἐν σαρκὶ ἐκείνους αὐτοὺς τοὺς ταῦτα λέγοντας. Ἀκόλουθον δὲ ἕπεσθαι καὶ τοὺς μιμητὰς ἐκείνων τοῖς διδασκάλοις· ὅτι γὰρ ζωτικὴν δύναμιν καὶ σώματα ἔχει τὰ σπέρματα, τοῦτο καὶ ἡμεῖς λέγομεν· τὸ δὲ ἀπέχεσθαι ἐμψύχων, τοῦτο σαυτῷ ἐνομοθέτησας· καὶ ἐπειδὴ τῇ τοῦ κυρίου διαταγῇ ἀνθέστηκας, κἂν τὴν αὐτοῦ ὁμολογίαν φύλαξον ἀπεχόμενος τῶν ἐμψύχων καὶ τῶν ἀλλοτρίων σωμάτων. Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις περὶ τῶν σπερμάτων· Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει. ∆ῆλον ὅτι ὁ ζῶν ἀποθνῄσκει· σὺ δὲ ἅπαξ παρεφυλάξω ἐσθίειν τὰ κεκτημένα τὴν ζωτικὴν δύναμιν. Καὶ ὁ ἀπόστολος Παῦλος· Σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. Ἀποδέδεικται καὶ περὶ τῶν σπερμάτων, πῶς ἀποθνῄσκει καὶ ζωοποιεῖται καὶ ὅτι ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. Ἔχεις ἐν τῇ παλαιᾷ διαθήκῃ ὅτι ὁ θεὸς γνησίως θυσίας παρὰ τῶν δικαίων προσεδέξατο καὶ ὅτι οἱ ἅγιοι πάντες μετὰ εὐχαριστίας ἤσθιον κρέα καὶ τὰ λοιπὰ κτίσματα· ἐπείσθης διὰ τῶν ἁγίων εὐαγγελίων ὅτι ...........