ποιεῖσθαι τῆς χώρας ἀναδασμὸν κατά τινα ἀναγραφὴν, καὶ οὐδὲ νομίσμασι χρᾶσθαι, πολλὴν ταύτην ἀφελομένους τοῦ βίου κιβδηλίαν. ∆ιχῶς δὲ τὸ εθνος λέγεται, καὶ ∆αλμάται καὶ ∆αλματεῖς. ̔Η δὲ πόλις αὐτῶν ∆άλμιον η ∆ελμίνιον η ∆έλμινον. 98 Οτι καὶ ἐνταῦθα οὐ κατὰ κοινὴν κυριολεξίαν ἰσθμὸν ειπε τὸν περὶ τοὺς Αυσονας τὸν πλατύτατον· οὐ γὰρ ἐστένωται οὐδὲ ὁ τοιοῦτος ἰσθμός· διὸ ἐπάγει ὡς καὶ ἐν τοῖς πρὸ τούτου θεραπείαν, λέγων οτι παραπέπταται ασπετος, πουλυτενὴς, τρισσαῖς θαλάσσαις περίδρομος. Καὶ εὐθὺς ἐπάγει ποίαις θαλάσσαις περιείληπται ὁ τοιοῦτος ἰσθμὸς, λέγων πάνυ γοργῶς οτι Τυρσηνῇ Σικελῇ τε καὶ ̓Αδριάδι πληθούσῃ. Ειτα εἰπὼν οτι ἑκάστη τῶν τοιούτων τριῶν θαλασσῶν πρός τινα ανεμον τεκμαίρεται τὸν ὁλκὸν, σχηματίζει πάλιν κατὰ γοργότητα ουτω «Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, ̓Αδριὰς ευρον» φιλοτιμησάμενος ἑνὶ στίχῳ ἐνθεῖναι τάς τε τρεῖς θαλάσσας καὶ τοὺς τρεῖς ἀνέμους, εἰς ους ἑκάστη τὸ ἑαυτῆς παρασύρεται ῥεῦμα. ̔Οποῖόν τι πεποίηκε πρὸ τούτου, ὡς προγέγραπται, καὶ ἐν τῷ «πρῶτα μὲν Λιβύην, μετὰ δ' Εὐρώπην ̓Ασίην τε» τὰς τρεῖς ἠπείρους ἐκεῖ ἑνὶ επει συμπεριλαβών. Σημείωσαι δ' οτι ἐνταῦθα μὲν Τυρρηνὴν ἀμφιτρίτην, ἀνωτέρω δὲ Τυρρηνίδα θάλασσαν ειπεν, ἐν διαφόροις καταλήξεσιν. 103 Οτι πρὸς τὰ νότια τῆς Σικελικῆς χθονὸς ελκεται κόλπος εσω Λιβύης, νοτίαν Σύρτιν ἑλίσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτικωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀφαυρὸν εχουσα πόρον, ο εστι μικροτέρα ουσα, ητις, φησὶ, τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυρίδος ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Σημείωσαι δὲ οτι ἐνταῦθα ὁ περιηγητὴς τῇ ὑπέρ προθέσει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελικῆς χθονὸς τὴν νοτίαν Σύρτιν ἑλίσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ωστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπέρ πρόθεσις τίθεται, διὰ τὸ εξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὐδ' ἐκεῖνα ἐστέρηνται τοῦ εἰς υψος ἐξῆρθαι, εἰ καὶ ἡμῖν δοκεῖ ταπεινά. Οτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπέρ, ἐκδηλότατόν ἐστιν. ̓Ερεῖ γοῦν ἐν τοῖς ἑξῆς «βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης», τουτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης. 108 Οτι μέλλων ἀπὸ τῶν δύο Σύρτεων μεταβῆναι εἰς τὴν ἑξῆς περιήγησιν σχήματι τοιούτῳ χρᾶται συμπληρωτικῷ, γοργῷ τε καὶ σεμνῷ· « Ως οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι. Καὶ μετὰ ταῦτα δὲ πολλαχοῦ διὰ σαφήνειαν χρᾶται συχνὰ ταῖς συμπληρώσεσιν ητοι ἀποθέσεσιν. 110 Οτι ἡ Σαλμωνὶς ἑῴα ἐστὶν ακρα τῆς Κρήτης, ωσπερ αυ πάλιν δυτικὸν ακρον αὐτῆς τὸ τοῦ Κριοῦ μέτωπον· περὶ τοῦτο τὸ τῆς Σαλμωνίδος, ὡς αὐτός φησι, κάρηνον, ητοι ἀκρωτήριον, ἀναπέπταται τὸ Κρητικὸν πέλαγος, μᾶλλον δὲ αχρι καὶ αὐτοῦ περαίνεται τὸ ειτε Σικελικὸν ειτε καὶ Κρητικὸν, καθὰ πρὸ μικροῦ ειρηται, πέλαγος· ου καθεξῆς ἡ Φαρία θάλασσα, μεθ' ην ἡ Σιδωνία· καὶ ἐπὶ ταύτῃ τελευταῖος ὁ περὶ Κύπρον κόλπος, ηγουν ὁ ̓Ισσικός. Περὶ ων καὶ μετ' ὀλίγα λελέξεται. 112 Οτι τὸ φρίσσειν κυρίως ἐπὶ θαλάσσης λέγεται. Φησὶν ουν οτι φρίσσουσιν η τε Φαρία καὶ ἡ Σιδωνία θάλασσα, ἐλαυνόμεναι πνοαῖς ̓Ισμαρικοῦ βορρᾶ ὀρθὸν φυσιόωντος, ἐπεὶ κατ' ἐναντία κεῖνται τοῦ βορρᾶ. Ειπε δὲ τὸ φρίσσουσιν ἀντὶ τοῦ ὀρθοῦνται, καὶ εἰς υψος αιρονται τοῖς κύμασιν. ̓Εντεῦθεν δὲ καὶ ἡ φρίξ, ὡς καὶ ὁ Ποιητής· «μελαίνη φρικὶ καλυφθείς,» ητοι τῇ ἐπαναστάσει τοῦ κύματος. Οτι δὲ θαλασσία λέξις τὸ φρίσσειν, ἐν τοῖς τοῦ ̔Ομήρου κάλλιον γέγραπται. Τὸν δὲ βορρᾶν ̓Ισμαρικὸν ειπεν ἀντὶ τοῦ Θρᾳκικὸν, ἀπὸ ̓Ισμάρου πόλεως Θρᾴκης. ̓Ιστέον δὲ οτι τὴν Φαρίαν ταύτην θάλασσαν, ητις μετὰ τὸ Κρητικόν ἐστιν, ὡς ειρηται, πέλαγος, καὶ Παρθένιον κόλπον ἐκάλουν οἱ παλαιοί· καὶ οτι ωσπερ Σιδωνία καὶ ̓Ισσικὸς ἀπὸ ̓Ισσοῦ πόλεως καὶ Σιδῶνος, ουτω καὶ Φαρία διὰ τὴν ̓Αλεξανδρινὴν Φάρον, ητις ἐστὶ νῆσος ἐν δεξιᾷ κειμένη ̓Αλεξανδρείας, πύργον ἀνέχουσα μέγιστον, ἐκπυρσεύοντα τοῖς καταπλέουσι. Περὶ δὲ ταύτης τῆς Φάρου ειρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν ̓Οδύσσειαν, ῥηθήσεται δὲ καὶ οτε τῷ λόγῳ εἰς ̓Αλεξάνδρειαν ελθωμεν. 117 Οτι ὁ ∆ιονύσιος τὴν Σιδῶνα κλίνων ἀκολούθως ̔Ομήρῳ