πλάνης, ἐτυμολογηθὲν, ὡς καὶ ̔Ομήρω φαίνεται δοκεῖν, ἐκκλήθη ̓Αλήιον· η ἀπό τινος πόλεως καλουμένης Αλης, ως τινες λέγουσιν, η παρὰ τὸ στερεῖσθαι ληίων. Εστι δὲ, φασὶ, τὸ πεδίον τοῦτο μεταξὺ Κύδνου ποταμοῦ καὶ Πινάρου. Τὸν δὲ μνημονευθέντα Πίναρον πλωτόν τέ φασιν ειναι ἐκ μέσου πεδίου ἀνιόντα καὶ ουτω βιαίως τοῦ βυθοῦ ἐξανατέλλειν, ωστε τῷ καθιέντι ἀκόντιον εἰς τὸ τῆς γῆς βάθος ἀντιπράττειν τὸ υδωρ, καὶ μόλις τὸ καθιέμενον βαπτίζεσθαι. ∆ιττὴ δὲ ἡ γραφὴ τοῦ Ταρσοῦ, διά τε τοῦ ε, ὡς προερρέθη, ἀπὸ τοῦ τέρσω καὶ διὰ τοῦ α ἀπὸ τοῦ εταρσον δευτέρου ἀορίστου. Λέγεται δὲ ταρσὸς καὶ ἐπὶ πτέρυγος ὀρνέων, καὶ ἐπὶ εἰρεσίας τριήρεων. Καὶ ὁ τῶν τυροποιούντων δὲ καλαθίσκος ταρσὸς καλεῖται καὶ ἀπ' αὐτοῦ ταρρός ὡς πυρρός πυρσός. Αποικος δὲ ̓Αργείων ἡ Ταρσὸς, κτίσμα Σαρδαναπάλου, ον καὶ ἐν αὐτῇ τεθάφθαι φασί τινες. 872 Οτι ἐὰν καὶ νῶτα γῆς, ωσπερ καὶ θαλάσσης, οἱ ῥήτορες λέγουσι, δηλοῦντες τὴν αὐτῆς ἐπιφάνειαν, ἀλλ' αυθίς ποτε καὶ ὑπτίαν αὐτὴν κεῖσθαί φασιν, οτε περὶ πεδιάδων λέγουσι. ∆ῆλον δὲ οτι καὶ λαγόνας γῆς καὶ κενεῶνάς φασιν, οτε μὴ τὸ φαινόμενον αὐτῆς ἀλλὰ καὶ τὸ ἐν βάθει δηλῶσαι βούλονται. 874 Οτι Κίλικες τὸ εθνος, καθά φησιν ̓Αρριανὸς, ἀπὸ Κίλικος τοῦ ̓Αγήνορος, ος ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ιχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατασχὼν ἀφ' ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν. ̔Ηρόδοτος δὲ λέγει οτι πρὸ τούτου ̔Υπαχαιοὶ ἐκαλοῦντο οἱ Κίλικες. Πειρατικοὶ δὲ οἱ Κίλικες, οι καὶ τῷ κατὰ Σαμοθρᾴκην ἱερῷ ποτε προσπεσόντες τάλαντα πλείω χιλίων ἀπήνεγκαν. ̔Ο δὲ Γεωγράφος φησὶν, οτι Κιλικία ἡ μὲν τραχεῖα, η ἡ παραλία στενὴ μέχρι καὶ περὶ ̓Ισαυρίαν καὶ Πισιδίαν, καὶ οἱ αὐτὴν οἰκοῦντες Τραχειῶται λέγονται, ἡ δὲ πεδιὰς ἀπό τε Σόλων καὶ Ταρσοῦ μέχρι καὶ ̓Ισσοῦ. 875 Οτι πολλαὶ πόλεις Κιλίκων, αἱ μὲν ἐν ἠπείρῳ, αἱ δὲ ἀγχίαλοι· ων μία καὶ ἡ ̓Αγχιάλη, ̓Αγχιάλης κτίσμα τῆς ̓Ιαπετοῦ θυγατρὸς, οπου καὶ ποταμὸς ̓Αγχιαλεύς. Ταύτης τῆς ̓Αγχιάλης υἱὸς Κύδνος, ἀφ' ου Κύδνος ὁ ἐν Ταρσῷ ποταμὸς, ου αἱ ἐκβολαὶ μετὰ τὴν ̓Αγχιάλην πόλιν. Τινὲς δὲ Σαρδαναπάλου κτίσμα καὶ αὐτὴν τὴν ̓Αγχιάλην φασὶν, ἐπιγράφοντες οτι Σαρδανάπαλος ̓Αγχιάλην καὶ Ταρσὸν εδειμεν ἐν ἡμέρᾳ μιᾷ. ̔Ο δὲ ∆ιονύσιος ̓Αγχιάλειαν ταύτην λέγει, ὡς καὶ ὁ Γεωγράφος τὴν Θεσσαλονίκην Θεσσαλονίκειαν. Εστι δὲ καὶ Θρᾳκικὴ ̓Αγχιάλη κατὰ τὸν Γεωγράφον. Οτι Κιλίκων ἐστὶ πόλις καὶ ἡ Λυρνησσὸς, αλλη παρὰ τὴν Τρωϊκὴν, καὶ ἡ Μαλλὸς, ἐφ' υψους μὲν κειμένη, κληθεῖσα δὲ ουτως ἀπό τινος Μάλλου κτίσαντος αὐτήν, η ἀπὸ μαλλῶν, ηγουν στεμμάτων, α κόρακος ἁρπάσαντός ποθεν καὶ καταθέντος ἐνταῦθα, ἐκτίσθη ἡ πόλις κατὰ χρησμὸν ὑπὸ Μόψου καὶ ̓Αμφιλόχου τῶν ὑμνουμένων μάντεων, οι καὶ Μαλλὸν ἐκάλεσαν τὴν πόλιν ἐκ τῶν τοιούτων μαλλῶν. ̓Ιστέον δὲ οτι εστι καὶ εθνος μαχιμώτατον ̓Ινδικὸν οἱ Μαλλοὶ πληθυντικῶς, ενθα παρὰ βραχὺ ἐκινδύνευσεν αν εἰς ζωὴν ὁ μέγας ̓Αλέξανδρος. Οτι πόλις Κιλικίας καὶ οἱ Σόλοι, ἡ νῦν Πομπηιού πολις. Λέγονται δὲ Σόλοι κατά τινας ἀπὸ Σόλωνος. Οἱ δὲ ̓Αχαιῶν καὶ ̔Ροδίων κτίσμα τὴν πόλιν φασί. Τούτων οἱ πολῖται οὐ Σόλιοι, ἀλλὰ Σολεῖς. Φασὶ δὲ καὶ τὸν σολοικισμὸν ἐντεῦθεν λαβεῖν τὴν ἀρχὴν, ὡς ἀνδρῶν ποτε ̓Αττικῶν οἰκησάντων ἐκεῖ, καὶ τὴν εὐγενῆ παρακοπέντων ̓Αττικὴν γλῶτταν, καὶ ἐξαγροικισθέντων διὰ τὸν ἐν Σόλοις οἰκισμόν· οθεν καὶ πάντας τοὺς τοιούτους σολοίκους λέγεσθαι, ο εστι βαρβάρους, κατὰ τοὺς ἐν Σόλοις οἰκήσαντας. Εἰσὶ δὲ Σόλοι καὶ περὶ Κύπρον, ων οἱ πολῖται Σόλιοι λέγονται. 877 Οτι μετὰ τὴν Κιλικίαν ἡ Κομμαγηνὴ Καππαδοκία ἐστὶ, ναὶ μὴν καὶ ἡ περὶ τὴν στρεπτικὴν θῖνα τοῦ ̓Ισσικοῦ κόλπου Συρία, τουτέστιν ἡ Φοινίκη, ἡ διήκουσα αχρι καὶ τοῦ Κασίου ορους, οπερ ορος καὶ ἀγχίαλόν φησι καὶ βαθύκρημνον, περὶ ο ἡ τοῦ ̓Ισσικοῦ κόλπου περιφέρεια εἰς δύσιν ἐστραμμένη παύεται τοῖς ἐκ τῶν βορείων δηλαδὴ εως ἐπὶ τὰ ἐκεῖσε ηκουσιν. ̓Ιστέον δὲ οτι τὴν Κομμαγηνὴν Κομμαγεηνὴν λέγει κατὰ πλεονασμὸν τοῦ