τὸ δὲ τηλίστους τοὺς ὑπερορίους δηλοῖ, καὶ τῆλε, ο ἐστι πόρρω, πρὸς τῷ ὠκεανῷ ἀπέχοντας· ἐκεῖ γὰρ ἡ ἑσπερία ̓Ιβηρία κεῖται. Αλλοι δὲ δύο ἱστοροῦσι τὰς τοῦ ∆ιομήδους νήσους, λέγοντες καὶ οτι τῆς περὶ τὴν θάλασσαν ταύτην δυναστείας τοῦ ∆ιομήδους καὶ αἱ ∆ιομήδειαι νῆσοι μαρτύρια, καὶ ἡ παρ' ̓Ενετοῖς αὐτῷ λευκὸς ιππος, ὡς ἐρρέθη, θυόμενος. Τῶν δὲ δύο τούτων νήσων τὴν μὲν οἰκεῖσθαί φασιν, ης καὶ μεμνῆσθαι δοκεῖ ὁ ∆ιονύσιος, τὴν δὲ ερημον ειναι, ἐν ῃ καὶ τὸν ∆ιομήδην ἀφανισθῆναι λέγουσι, καὶ τοὺς ἑταίρους ἐκεῖ ἀπορνιθωθῆναι, ὡς καὶ ὁ Λυκόφρων φησίν. 488 Οτι πρὸς ἀνατολὰς τῆς ̓Αδριάδος ὁ τῶν ̓Αψύρτου νήσων ασπετος ὁλκὸς ἀναφαίνεται, ο εστιν αἱ ̓Αψύρτιδες νῆσοι, ας οἱ Κόλχοι, φησὶν, ἐπέδραμον, τὰ τῆς Μηδείας ιχνη μαστεύοντες, ητοι ζητοῦντες καὶ καταδιώκοντες, οτε τῷ ̓Ιάσονι κατ' ερωτα ἠκολούθησεν, ην καὶ μὴ συλλαβεῖν ἐκεῖνοι ἐξισχύσαντες, ἀλλ' εἰς κενὸν μογήσαντες ῳκησαν ὑπ' ἀμηχανίας ἐκεῖ. Οὐ γὰρ ην αὐτοὺς εἰς Κολχίδα νοστῆσαι, εἰ μὴ καὶ τὴν Μήδειαν ἀνακομίσονται· ουτω γὰρ ὁ Αἰήτης ἠπειλήσατο. ̓Ωνομάσθησαν δὲ ̓Αψύρτιδες αἱ νῆσοι ἀπὸ ̓Αψύρτου τοῦ ἀδελφοῦ Μηδείας, ον συνδιώκοντα ἑλοῦσα διέφθειρεν ἡ. Μήδεια, μελεϊστὶ τεμοῦσα καὶ τῇ θαλάσσῃ τὰ τῶν σαρκῶν ἐπισπείρασα τμήματα. Ορα δὲ οτι τὸ ιχνη Μηδείας ἀστείως ειπεν, ὡς ἐπὶ διωκομένου καὶ ἰχνηλατουμένου θηρός. Εστι δὲ ουτω καὶ σεμνὸς ὁ λόγος· λεληθότως γὰρ ὡς θηριώδη σκώπτει αὐτὴν ἐπὶ τῷ φόνῳ τοῦ ἀδελφοῦ. Σημείωσαι δὲ καὶ τὸ ὁλκός ἐπὶ νήσων λεχθέν· ωστε οὐ μόνον ἐπὶ οφεων οὐδὲ ἐπὶ υδατος μόνου κεῖται ἡ λέξις. 492 Οτι μετὰ τὰ Κεραύνια δρυμὰ πρὸς νότον αἱ τῶν ̓Αμβρακιέων φαίνονται νῆσοι καὶ ἡ λιπαρὰ Κέρκυρα, φίλον πέδον ̓Αλκινόου τοῦ κατὰ τὰς ἱστορίας ἐκεῖ μεγαλωνύμως βασιλεύσαντος· ἐφ' ῃ, τουτέστι μεθ' ην Κέρκυραν, τὸ τῆς ̓Ιθάκης εδος ἐστήρικται, ην καὶ Νηρικίην λέγει, οὐχ ὡς Νήρικον εχουσαν ορος κατά τινας· ἐκεῖνο γὰρ ὁ ποιητὴς Νήριτον λέγει διὰ τοῦ τ· ἀλλ' ὡς ἠπειρωτικήν. Τῆς ἠπείρου γὰρ πόλις καὶ τὸ Νήρικον, ἡ λεγομένη Λευκὰς, ὡς ἐν τῷ τῆς ̓Οδυσσείας ω τῷ μεγάλῳ ειρηται, διὰ τοῦ κ γραφόμενον· εἰ καί τις Λούπερκος, ἀνὴρ παλαιὸς, ὡς οἱ Σχολιασταὶ λέγουσι, διὰ τοῦ τ γράφει καὶ τὴν τοιαύτην πόλιν ὁμωνύμως τῷ ̓Ιθακησίῳ ορει. Οἱ ̓Αμβρακιεῖς δὲ ἠπειρωτικὸν καὶ αὐτοὶ εθνος· ουτω δὲ λέγονται η ἀπὸ ̓Αμβρακίας τῆς Αὐγέου θυγατρὸς η ἀπὸ Αμβρακος υἱοῦ Θεσπρωτοῦ, ἀφ' ου καὶ κόλπος ̓Αμβρακιωτικὸς, καὶ πόλις ̓Αμβρακία, ὡς ἀπὸ Θεσπρωτοῦ ἡ Θεσπρωτία χώρα. Τὸ δὲ Αμβραξ εἰσὶν οι ἀρχαϊκώτερον διὰ τοῦ π γράφουσι, καὶ διὰ τοῦτο καὶ τὴν χώραν ̓Αμπρακίαν, ὡς καὶ τὰς νήσους τὰς Βρεττανικὰς Πρεττανικάς· πλείων δὲ ἡ διὰ τοῦ β γραφή. Λιπαρὰν δὲ τὴν Κέρκυραν λέγει διὰ τὸ πολύκαρπόν τε καὶ ευκαρπον, οπερ ἐμφαίνει καὶ ἐν τῇ ̓Οδυσσείᾳ ὁ Ποιητής. Τὰ δὲ παλαιὰ σχόλια καὶ πολλὰ δὲ τῶν ἱστοριῶν ἀντίγραφα ἐμφαίνουσιν ἀμφιβόλως εχειν παρὰ τοῖς παλαιοῖς τὴν τῆς νήσου ταύτης γραφήν· λέγεσθαι γὰρ καὶ διὰ τοῦ ο μικροῦ Κόρκυραν. Κορινθίων δέ ἐστι κτίσμα ἡ Κέρκυρα, καὶ ηὐξήθη ποτὲ, καὶ πολλὰς πόλεις καὶ νήσους ῳκισε, καὶ ναυτικὸν εσχε πολὺ, ωστε καὶ ἐν τῷ Περσικῷ πολέμῳ οἱ Κερκυραῖοι ναῦς ἑξήκοντα ἐπλήρωσαν, οταν τὸ ἀμφίβολον τοῦ πολέμου εὐλαβούμενοι ουτε τῷ Ξέρξῃ ουτε τῇ ̔Ελλάδι ἐβοήθησαν, ἀλλὰ τὴν βοήθειαν ἀνεβάλλοντο. ̓Ηρημώθη δὲ αυθις, ὡς καὶ εἰς τοιαύτην παροιμίαν πεσεῖν, «ἐλευθέρα Κέρκυρα, χέζ' οπου θέλεις.» ∆ύο δὲ Κέρκυραι, η τε Φαιακὶς, πρὸς τῷ ̓Ιονίῳ κόλπῳ, περὶ ης καὶ τῷ ∆ιονυσίῳ νῦν ὁ λόγος, ἡ καὶ Φαιακία καλουμένη καὶ Σχερία καὶ ∆ρέπανον καὶ Αργος· καὶ αυτη μὲν μία· ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ ̓Ιονίου, διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα, ἡ καὶ Μέλαινα καλουμένη. ∆ύο δὲ λιμένας ἡ Φαιακὶς εχει, ων θάτερος ̓Αλκινόου λέγεται. ̓Ιστέον δὲ οτι οἱ Κερκυραῖοι παρά τισι καὶ Κέρκυρες λέγονται, ὡς καὶ Ιλλυρες οἱ ̓Ιλλυριοὶ, καὶ οἱ ̓Ασσύριοι Ασσυρες, καὶ οἱ θεράποντες θέραπες, ὡς οτε Αἰλιανὸς λέγει, «λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν.» Ευρηνται δὲ καὶ οἱ πολύποδες λεγόμενοι πώλυπες. 496 Οτι Χαλκὶς ορος ἐστὶν Αἰτωλίας, ἀφ' ης ὁ ̓Αχελῷος ερπει δίναις