ἐκεῖνος ἐκ Τροιζῆνος χρόνιος ἐλθὼν μετὰ τοῦ ξίφους καὶ τῶν πεδίλων τῶν πατρικῶν, α καὶ ὁ Λυκόφρων ἱστορεῖ, ἐνεφανίσθη μὲν ἀγνοοῦντι τῷ πατρὶ Αἰγεῖ παῖς καλὸς καὶ πρέπων εἰς βασιλείαν, μικροῦ δὲ αν λαθὼν ὑπὸ τῆς Μηδείας ἀπώλετο, εἰ μὴ ὁ πατὴρ γνωρίσας τὸν ἐκ πολλοῦ ἐπὶ διαδοχῇ τῆς βασιλείας ποθούμενον παῖδα περιεσώσατο, καὶ τὸν διαδεξόμενον εὑρηκὼς ἀπώσατο τὴν Μήδειαν, ην δι' ερωτα παιδοποιΐας ἐπεισηγάγετο. Φασὶ δὲ αὐτὴν δυναστεύσασαν ἐν Μήδοις, καὶ ἐπικρυπτομένην τὴν οψιν, ὁπηνίκα προέρχοιτο, καταδεῖξαι τὸ θηλυστολεῖν τε τοὺς ἐκεῖ καὶ ἐν ταῖς προόδοις κατηρεφεῖς ειναι τοῖς σκεπάσμασιν. ̓Ιστέον δὲ καὶ οτι ὀπός τις ἀπὸ σιλφίου ὀνομαστὸς παρὰ τοῖς Μήδοις λέγεται γίνεσθαι καλούμενος Μηδικός· καὶ οτι οἱ Μῆδοι καὶ Μήδειοι λέγονται προπαροξυτόνως, καθάπερ οἱ παρ' ̔Ομήρῳ Κήτειοι, καὶ οτι δεινοὶ περὶ τοξείαν εἰσὶ, διὸ καὶ τοξοφόρους αὐτοὺς ἐρεῖ ὁ ∆ιονύσιος· καὶ οτι καὶ βοτάνη τις ἡ μάλιστα τοὺς ιππους τρέφουσα Μηδικὴ καὶ εἰσέτι καλεῖται, ὡς ἐν Μηδίᾳ τάχα πλεονάζουσα. Οτι δὲ κατὰ κυριολεξίαν ἀνωτέρω ειρηται τὸ Μηδικὰ τέμπεα, δηλοῖ ὁ ∆ιονύσιος κατωτέρω εἰπὼν λασίας "4εἰαμενὰς τὰς ἐν Μήδοις. Πάντως γὰρ ενθα λάσιος εἰαμενὴ"5 τεμπώδης ὁ τοιοῦτος τόπος, ητοι ἑλώδης ἐστίν. Εἰαμενὴ γάρ ἐστιν οἱονεί τις ῥειαμενὴ, τόπος δηλονότι κατάρρυτος, η καὶ εἰς βοτανῶν ἀνάδοσιν ἐπιτήδειος, παρὰ τὸ εω, ὑφ' ου δηλοῦται τὸ ἀναδίδωμι. Φασὶ δὲ Μήδοις εθος ειναι, βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, καὶ γυναῖκας εκαστον εχειν οὐκ ἐλάττους τῶν πέντε. Καὶ γυνὴ δὲ, φασὶν, ανδρας ἐλάττονας τῶν πέντε τρέφουσα συμφορὰν ἡγεῖται τὸ πρᾶγμα, ἐν καλῷ τιθεμένη πλείστους νέμειν ανδρας. ̓Ιστέον δὲ οτι καὶ τὸ ᾀδόμενον Νισαῖον πεδίον ἐκεῖ που περὶ τὴν Μηδικὴν χώραν ην, φέρον ιππους μεγάλους τοὺς λεγομένους Νισαίους. 1019 Οτι βορειότεροι Μήδων οἱ Γηλοὶ καὶ οἱ Μάρδοι, εθνος ̔Υρκάνιον, λῃσταὶ καὶ τοξόται ανδρες. Ετι δὲ καὶ οἱ ̓Ατροπατηνοὶ, ἀπὸ ἡγεμόνος τινὸς ̓Ατροπάτου καλούμενοι, ων ̓Ατροπατία ἡ χώρα, δευτέρα μερὶς τῆς Μηδίας λεγομένη· πρώτη δὲ Μηδικὴ μερὶς, καθ' ην τὰ ̓Εκβάτανα. 1027 Οτι τὸ «ικετο ἡ Μήδεια οὐχ ἑκὰς Κόλχων· Κόλχων γε μὴν αιαν ἱκέσθαι οὐκ ειχε,» σχῆμά ἐστιν ἐπαναστροφῆς. Εστι δὲ ἐπαναστροφὴ, οταν ἡ τελευταία λέξις τῆς πρώτης ἐννοίας ἀρχὴ γένηται τῆς δευτέρας, ὡς καὶ ἐνταῦθα τῆς μιᾶς ἐννοίας ληξάσης εἰς τὸ Κόλχων, ἀπὸ τούτου ἡ δευτέρα ηρξατο. ̓Εκαλλωπίσατο δὲ καὶ ἀλλαχοῦ τῷ τοιούτῳ σχήματι ὁ ∆ιονύσιος. 1031 Οτι πέτραι τινὲς Μηδικαὶ τὸν ναρκισσίτην φύουσι λίθον, ον καὶ ἀφεγγέα καλεῖ, ὡς ναρκίσσῳ τῷ φυτῷ ἐοικότα τὴν χρόαν, καὶ μὴ διαυγάζοντα. Λέγει δὲ καὶ τὰ ποίμνια καλὰ ειναι τοῖς Μήδοις, αδην βεβριθότα μαλλοῖς. Καὶ ορα οτι τὸ αδην δι' ἑνὸς δ καὶ ουτος ὁμοίως ̔Ομήρῳ ἐξήνεγκεν, ο καὶ δασύνουσιν οἱ ̓Αττικοὶ, ταὐτὸν ον τῷ αλις. ∆ιὸ καί τις εφη, «ἀλλὰ τούτων μὲν αδην,» ἀντὶ τοῦ αλις. 1034 Οτι οἱ Μῆδοι ἐπ' ἀνατολὴν τετραμμένοι αχρι τῶν Κασπιάδων διήκουσι πυλῶν, αιτινες μέρος ουσαι τῆς Μηδείας χώρας κλεῖδες καλοῦνται τῆς ̓Ασίας διὰ τὴν αγαν στενότητα, ὑπὸ πέτρας ουσαι βαθυνομένας. Ορη δέ εἰσιν αἱ Κάσπιαι πύλαι, μᾶλλον δὲ πέτραι ἀπερρωγυῖαι καὶ κοῖλαι ὡς ἐν τάξει πυλῶν, ἀπὸ τῶν Κασπίων ἀνδρῶν η τῆς Κασπίας θαλάσσης ουτω καλούμεναι. Πύλαι γὰρ οιόν εἰσι τοῖς εἰς βορρᾶν δηλαδὴ πρὸς ̔Υρκανίους καὶ Κασπίους ἐκ νότου ὁδεύουσι, καὶ τοῖς ἐκεῖθεν αυθις εἰς νότον πρὸς Πέρσας. Ουτω δὲ καὶ ὁ τόπος ἐστένωται, ὡς καὶ πύλας ἐπιστῆσαι τῷ τόπῳ, κωλυούσας τὴν τῶν βορείων ἐθνῶν ἐπὶ τὰ ἐξ ἐναντίας διάβασιν. Οτι δὲ καὶ αλλως αἱ πύλαι στενότατον τόπον δηλοῦσι, καὶ ἐν τῷ περὶ Θερμοπυλῶν λόγῳ διείληπται. Τῷ δὲ πύλας εἰπόντι τὴν τοιαύτην στενοχωρίαν ἀκόλουθον τὰς αὐτὰς καὶ κλεῖδας εἰπεῖν. Τὸ δὲ Κασπιάδων πυλάων παρωνύμως καὶ αὐτὸ ειρηται, οὐχ ὑποκοριστικῶς, ὁποῖα πολλὰ ὁ ∆ιονύσιος ἐποίησεν. 1039 Οτι ὑπὸ τὸν πόδα τῶν Κασπίων πυλῶν οἱ Πάρθοι ναίουσιν, ανδρες ἀρήϊοι καὶ ἀγκυλότοξοι, καὶ παντοίου πολέμου δαήμονες, ο εστι τεχνῖται. Ειτα ἐμμένων τῷ περὶ αὐτῶν λόγῳ καὶ