Μελάγχλαινοι επαθον, ἐξ ἱματίων κληθέντες καὶ αὐτοί. Τοὺς δὲ ̓Αραχώτας τινὲς ̓Αραχωτούς φασιν ὀξυτόνως, λέγοντες οτι μετὰ τὸν ̓Ινδὸν οἱ Παροπαμισάδαι, ειτα πρὸς νότον ̓Αραχωτοί· πρὸς ἐσπέραν δὲ τοῖς Παροπαμισάδαις παράκεινται Αριοι. 1097 Οτι βούλονταί τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι ορος ̓Ινδικὸν, οὐ μὴν Παρνησὸν, ὡς πολλὰ τῶν ἀντιγράφων εχουσι. Πολλοὶ δὲ καὶ ὀξύνουσι, καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. ̔Ο δὲ Γεωγράφος Παροπαμισόν γράφει πεντασυλλάβως, καὶ τοὺς ἐκεῖ Παροπαμισάδας καλεῖ. Τοὺς δὲ ὑπὸ τὰς πτύχας τοῦ τοιούτου ορους ὁ ∆ιονύσιος λέγει πάντας ξυνῇ ἐπωνυμίαν ειναι ̓Αριηνούς. Καὶ ἡ χώρα αὐτῶν ̓Αριανὴ κατὰ τὸν Γεωγράφον, λέγοντα οτι μετὰ τὴν ̓Ινδικὴν ἡ ̓Αριανὴ μερὶς, ενθα καὶ οἱ Αρβιες, ειτα ̓Ωρῖται, οις ἐφεξῆς ̓Ιχθυοφάγοι. ̓Εοίκασι δὲ ουτω λέγεσθαι ἀπὸ ̓Αρίου ποταμοῦ, ὡς παρεμφαίνει ̓Αρριανὸς ἐν τοῖς περὶ ̓Αλεξάνδρου. ̔Ηρόδοτος δέ φησιν οτι καὶ οἱ Μῆδοί ποτε ἐκαλοῦντο Αριοι· ἀφικομένης δὲ τῆς Μηδείας εἰς αὐτοὺς μετέβαλον τὸ ονομα. Οιδε δὲ καὶ τούτους τοὺς ἰδίως λεγομένους ̓Αρίους, ους καὶ λέγει τόξοις ἐσκευάσθαι Μηδικοῖς. ̔Ο δὲ ∆ιονύσιός φησι καὶ οτι οἱ ̓Αριανοὶ φαύλην χθόνα οἰκοῦσιν ὑπὸ λεπτῇ ψάμμῳ πλήθουσαν καὶ ῥώπεσι δασεῖαν, τουτέστι φυτοῖς χθαμαλοῖς καὶ θαμνώδεσιν, απερ ὁ μὲν Ποιητὴς ῥωπήϊα λέγει, ὁ δὲ πολὺς οχλος ῥωπάκια. ̓Αλλὰ καὶ τοιαύτης ουσης τῆς ἐκεῖ γῆς, ομως εἰσὶ, φησὶν, αὐτοῖς αλλαι κέλευθοι ἐπαρκεῖς εἰς ζωήν. Κομίζει γὰρ αὐτοῖς ἡ γῆ αλλον ολβον ἀκήρατον· πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίου, πάντη δὲ ὑπὸ πέτραις αἱ φλέβες ὠδίνουσι χρυσῆς κυανῆς τε καλὴν πλάκα σαπφείρου. Κἀντεῦθεν οἱ ἐγχώριοι ἀποτεμνόμενοι βιοτήσιον ωνον εχουσιν, ηγουν ἐξωνοῦνται δι' αὐτῶν τὰ εἰς βίον. Εστι δὲ τὸ βιοτήσιον ομοιον τῷ φιλοτήσιον καὶ νεοτήσιον. ̓Ιστέον δὲ οτι χρυσῆν ὁμοῦ καὶ κυανῆν τὴν σάπφειρον ειπεν, ἐπειδὴ τοιαύτας πέμπει χρόας. Τὸ δὲ κουράλιον τοῦ τῆς Γοργόνος αιματος ἀποστάξαι μυθεύεται, ἀφ' ης οια κόρης ουσης ἡ κλῆσις τῷ λίθῳ ἐνεκάθισεν. 1107 Οτι ἡ τῶν ̓Ινδῶν γῆ, εθνους μεγίστου πάντων καὶ εὐδαιμονεστάτου, πασῶν ἐσχάτη παρὰ τοῖς τοῦ ὠκεανοῦ κεῖται χείλεσιν, ην ὁ ηλιος πρώταις ἐπιφλέγει ἀκτῖσιν, ἐπὶ τὴν γῆν ἀνερχόμενος, τουτέστιν ἀνίσχων, ἀνατέλλων· διὸ καὶ θερμότατος παρ' αὐτοῖς ὁ ηλιος τὸ ἑωθινὸν, ως φασιν οἱ παλαιοὶ, καὶ πολλῷ μᾶλλον η ἐν μεσημβρίᾳ κατὰ τὴν ̔Ελλάδα. Καὶ διὰ τοῦτο καὶ χρῶμα φέρουσι παραπλήσιον Αἰθίοψι. Καὶ τοῦτο μὲν ουτως. ̔Ο δὲ ∆ιονύσιος πολὺν επαινον κατατείνων τῆς ̓Ινδικῆς φησι, διὸ τόν τε χρόα οἱ ἐκεῖ κυανέουσι θεσπέσιον λιπόωντες, τρίχας τε πιοτάτας φοροῦσιν ὑακίνθῳ ὁμοίας, οπερ ὁ Ποιητής πού φησιν, ὑακινθίνῳ ανθει ὁμοίας, ητοι μελαίνας. Μέλαν γὰρ καὶ τὸ ανθος ὁ ὑάκινθος. Μελανότριχες δὲ καὶ τῶν ̓Ινδῶν μάλιστα οἱ μεσημβρινοὶ, καὶ τὴν χρόαν ομοιοι τοῖς Αἰθίοψι, διὰ τὸ ἐπιλείπειν τὴν ἐπιπολῆς ἰκμάδα, ἐπικαίοντος τοῦ ἡλίου, οθεν οὐδὲ οὐλοτριχοῦσιν. Εἰσὶ δὲ καὶ μακρό βιοι. Καὶ οἱ μὲν, φησὶ, χρυσοῦ μεταλλεύουσι γενέθλην, τὴν χρυσῖτιν ψάμμον μακέλλαις λαχαίνοντες, ο εστιν ἀνοίγοντες, σκάπτοντες· ἐξ ου καὶ τὸ λάχανον· οἱ δὲ ἱστοὺς ὑφαίνουσι λινεργέας, οἱ δὲ ἐλεφάντων λευκοὺς πρισθέντας ἀποξύουσιν ὀδόντας, ους ετεροι ἐλεφάντων κέρατά φασιν, αλλοι δὲ, φησὶ, τῶν ̓Ινδῶν ἐπὶ ταῖς τῶν χειμάρρων προβολαῖς η προμολαῖς, ηγουν ἐκρύσεσιν, η βηρύλλου γλαυκὴν λίθον ἰχνεύουσιν η ἀδάμαντα μαρμαίροντα η χλωρὰ διαυγάζουσαν ιασπιν η γλαυκὴν λίθον καθαροῦ τοπάζου καὶ γλυκερὰν ἀμέθυσον ὑπηρέμα πορφύρουσαν. Καὶ ορα οπως εκαστον λίθον μετ' ἐπιθέτου προσφυεστάτου ἐξήνεγκε, γλυκέως γράφων καὶ φράζων καλῶς τὰ καλά. Λίθος δὲ τὸ τόπαζον διαφανὴς, ος καὶ τοπάζιον τετρασυλλάβως λέγεται, χρυσοειδὲς ἀπολάμπων φέγγος, ο μεθ' ἡμέραν οὐ ῥᾷον ἰδεῖν· ὑπεραυγεῖται γὰρ, φασί· νύκτωρ δὲ ὁρῶσιν οἱ συλλέγοντες, καὶ περικαθάψαντες σημεῖα τῷ ὀρύγματι μεθ' ἡμέραν ἀνορύττουσιν. Ουτω τιμίοις λίθοις καταστρώσας τὴν ̓Ινδικὴν ὁ ∆ιονύσιος ἐπάγει ἐπιφωνηματικῶς κατὰ συντομίαν, οτι παντοῖον ολβον αυξει, ποταμοῖς ουσα