οτι παμφαίνουσιν, οιον οτε ἀνεφέλου ἀέρος οντος τὰ αστρα φαίνεται, ὑγρὰ νέφη βιασαμένου ἀρκτώου βορέου. Τοῦτο δὲ μάλιστα ειπε διὰ τὸ ἀργιλῶδες καὶ λευκὸν τῆς αὐτόθι γῆς, ὡς ειρηται. Σποράδες δὲ λέγονται τάχα μὲν καὶ δι' αλλας αἰτίας, μάλιστα δὲ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων· οὐ γὰρ κατ' αὐτὰς ὡρισμένον εχουσι τόπον, ἀλλ' οιον διεσπαρμέναι εἰσὶ πολλαχοῦ, οπου γε Σποράδα τινὲς καὶ τὴν ενδον τοῦ ̔Ελλησπόντου ειπον Προκόννησον· κατὰ δέ τινας διὰ τὸ πολυπληθὲς καὶ πυκνὸν Σποράδες νῆσοι καλοῦνται· ειποις γὰρ αν, φασὶ, κατεσπάρθαι οιον αὐτάς. Εἰσὶ δὲ τῶν Σποράδων καὶ αἱ παρὰ τῷ Λυκόφρονι Καλύδναι, ων μία ἰδίως Καλύδνα καλεῖται, ἀφ' ης καὶ αἱ λοιπαὶ παρακείμεναι τὴν αὐτὴν κλῆσιν ελαχον. Εχει δὲ αυτη μέλι τὸ Καλύδνιον ἀστεῖον καὶ τῷ ̓Αττικῷ ἐνάμιλλον. ̔Ο δὲ τὰ ̓Εθνικὰ γράψας καὶ τὸ μέλι Καλύμνιον λέγει, καὶ τὰς νήσους ταύτας Καλύμνας, διὰ τοῦ μ. Τὸ δὲ ὑγρὰ νέφη βιασαμένου βορέου ἐξήγησις οιόν ἐστι τοῦ παρ' ̔Ομήρῳ αἰθρηγενέτου βορέαο. ̔Ο γὰρ τὰ νέφη βιαζόμενος αἰθρίαν ποιεῖ, καὶ διὰ τοῦτο αἰθρηγενέτης ἐστί. Σημείωσαι δὲ οτι καὶ ἐν ̓Αραβίᾳ κόλπος τις ειναι λέγεται, νήσους εχων Σποράδας. 533 Οτι μετὰ τὰς Σποράδας νήσους αἱ ̓Ιωνίδες εἰσὶ, τουτέστιν αἱ ὑπὸ τοὺς Ιωνας, οιον ἡ Καῦνος, ην ̔Ηρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει. Ετι δὲ καὶ ἡ Σάμος, ην ἱμερόεσσάν τε ὁ ∆ιονύσιος λέγει καὶ Πελασγίδα δὲ, ὡς ἀπό τινων Πελασγῶν, ἀφ' ων καὶ Ηρα ἐκεῖ Πελασγία τιμᾶται. ̓Ιστέον δὲ οτι καὶ πόλις ἐστὶ Καρίας λεγομένη Καῦνος, ἀπό τινος Καύνου ἀνδρὸς, ου ἐρασθεῖσα ἡ ἀδελφὴ Βυβλὶς ἀπήγξατο· οθεν καὶ ὁ παρὰ τῇ παροιμίᾳ 20Καύνιος ερως,20 ἐπὶ τῶν ἀθέσμως ἐρώντων η καὶ ἐπὶ τῶν βλαβέντων ἐφ' οις ἀθέσμως ἠράσθησαν. Εστι δὲ νοσώδης ἡ τοιαύτη, διὰ τὸ τοῦ ἀέρος οὐκ ἀγαθὸν, εν τε θέρει καὶ μετοπώρῳ διὰ τὰ καύματα καὶ τὴν τῶν ὡραίων καρπῶν ἀφθονίαν. Ενθα τοὺς οἰκοῦντας χλωροὺς ἰδὼν Στρατόνικος ὁ ὑμνούμενος ἀστεῖος κιθαρῳδὸς εφη, οιηπερ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. Αἰτιαθεὶς δὲ διότι σκώπτει τὴν πόλιν διὰ τὰς νόσους, ετι πλέον ἀστεϊσάμενος εφη, «Καὶ πῶς αν ἐγὼ νοσερὸν ειποιμι τόπον, ενθα καὶ οἱ νεκροὶ περιπατοῦσιν;» ̔Η δὲ Σάμος αυτη ἡ ̓Ιωνικὴ πάνυ εὐτύχησέ ποτε, ὡς καὶ παροιμιασθῆναι, γάλα ὀρνίθων φέρειν αὐτήν. Τυραννηθεῖσα δὲ ἐπειράθη δυστυχίας ακρας, λειπανδρήσασα διὰ Συλοσῶντα τὸν τύραννον, αρξαντα πικρῶς. Οθεν καὶ παροιμία, «εκητι Συλοσῶντος εὐρυχωρία.» ̔Ο μέντοι τοῦ Συλοσῶντος ἀδελφὸς Πολυκράτης οὐ φαύλως ἐτυράννησε· γενόμενος δὲ εὐτυχέστατος, υστερον ἐκρεμάσθη ὑπὸ Περσῶν. Ουτος ην ὁ τὸν δακτύλιον ῥίψας εἰς θάλασσαν, ον αυθις διὰ τοῦ καταπιόντος ἰχθύος ἀπέλαβε. Περὶ δὲ οινους, ὡς λέγεται, οὐ πάνυ εὐτυχὴς ην, ὠνομάσθη δέ ποτε καὶ Μελάμφυλλος καὶ ̓Ανθεμὶς καὶ Παρθενία δὲ ἀπὸ ποταμοῦ Παρθενίου. ̓Εν ταύτῃ τῇ Σάμῳ καὶ ορος ὑψηλὸν λέγεται εἰς πεντήκοντα καὶ ἑκατὸν ὀργυιὰς, ου κάτωθεν ορυγμα, ως φησιν ̔Ηρόδοτος, πολυστάδιον, δι' οὑ υδωρ ὀχετευόμενον διὰ σωλήνων παρεγένετο εἰς τὴν πόλιν ἀπὸ μεγάλων πηγῶν, ου ἀρχιτέκτων Εὐπαλῖνος ὁ Μεγαρεύς. Ην δὲ, φησὶν, αὐτόθι καὶ ναὸς μέγιστος, ου ἀρχιτέκτων ̔Ροῖκος, ἀνὴρ ἐπιχώριος. Ταύτης ὁ πολίτης Σάμιος· ὁ μέντοι τῆς ἐν Κεφαλληνίᾳ Σάμου πολίτης Σαμαῖος, διότι ἐκείνη καὶ Σάμη λέγεται, καθὰ καὶ παρ' ̔Ομήρῳ ευρηται. ̓Ιστέονδὲ οτι ̓Ιωνικὴν τὴν ῥηθεῖσαν Σάμον φαμὲν, ὡς αν ἀντιδιαστέλλοιτο τῇ τε ̔Ομηρικῇ Κεφαλληνικῇ Σάμῳ καὶ τῇ προειρημένῃ δὲ Θρᾳκίᾳ Σάμῳ, τῇ ουτω κληθείσῃ διὰ τὸ υψος· σάμοι γάρ, φασι, τὰ υψη. Οτι δὲ εἰς πολὺ ἐξήρετο υψος, δῆλον ἐκ τοῦ καὶ τὸν Ποιητὴν εἰπεῖν, ἐξ αὐτῆς τήν τε Ιδην φαίνεσθαι πᾶσαν καὶ τὰ κατὰ τὴν Τροίαν. Οἱ δέ φασιν οτι Σάμος λέγεται ἡ Θρᾳκία, οἱονεὶ Σάος τις, καὶ κατὰ πλεονασμὸν τοῦ μ Σάμος, ἀπὸ Σαΐων, εθνους παλαιοῦ οἰκήσαντος αὐτὴν, ου μέμνηται καὶ ̓Αρχίλοχος, ὁμολογῶν αχραντον τὴν αὐτοῦ ἀσπίδα ἐν φυγῇ πολέμου ῥῖψαι παρ' αὐτοῖς. Καὶ ἡ Χίος δὲ τῶν ̓Ιώνων ἐστὶ νῆσος, εχουσα πόλιν εὐλίμενον, ὡς ὁ Γεωγράφος φησὶ, καὶ ναύσταθμον πʹ ναυσὶ, καὶ αλσος φοινίκων· ης ὁ περίπλους σταδίων ἐννεακοσίων. Ταύτης οἰκισταὶ Πελασγοί.