1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

18

μαθεῖν, εἰ ταῦτα νικήσειεν ἐν μακρῷ χρόνῳ. ἐπὶ ξυροῦ βέβηκεν, ἢ σῴζεσθ' ἔτι τὸ σεμνὸν ἡμῶν δόγμα καὶ σεβάσμιον ἢ μηκέτ' εἶναι τῇ στάσει διαρρυέν. ὥσπερ γὰρ ἡ τῶν χρωμάτων μοχθηρία τοῦ ζωγράφου νομίζετ', οὐκ ὀρθῷ λόγῳ, ἢ τῶν μαθητῶν ὁ τρόπος διδασκάλων, οὕτως ὁ μύστης ὢν κακός-πόσῳ πλέον ὁ μυσταγωγὸς ὕβρις εἰς μυστήριον. μικρόν τι νικηθῶμεν, ὥστε προσλαβεῖν νίκην τε μείζω καὶ τὸ σωθῆναι θεῷ, κόσμον τε σῶσαι τὸν κακῶς ὀλωλότα. οὔτοι τὸ νικᾶν δόξαν ἐν πᾶσιν φέρει. καλῶς στέρεσθαι κρεῖσσον ἢ κακῶς ἔχειν. ταῦτ' οἶδεν ἡ τριάς τε καὶ τὸ σὺν λίθοις κήρυγμα λαμπρὸν τῆς ἐμῆς παρρησίας, ὃ καί μ' ἔθηκε τοῖς κακοῖς ἐπίφθονον. Εἴρηθ' ἁπλῶς τε καὶ δικαίως σήμερον, ἅπερ συνοίσειν οἶδα τοῖς σκοπουμένοις. εἰ δ' οἴεταί τις τῶν κακῶν ἢ πρὸς χάριν λέγειν τάδ' ἡμᾶς αὐτὸς ἠγορασμένος (εἰσὶν γάρ, εἰσὶν ἔμποροι τῶν ἐκκρίτων χρυσοῦ γέμοντες καὶ προθυμίας ἴσης) ἤ τι σκοπεῖν οἰκεῖον, ὡς πολλοῖς νόμος, αὐτὸς τεχνάζων λανθάνειν ἐν τοῖς κακοῖς ἢ τὸ κρατεῖν ἐντεῦθεν αὑτῷ μνώμενος, δότω τὸ κρίνειν τῷ τελευταίῳ πυρί. ἡμῖν δὲ συγχωρήσατ' ἄθρονον βίον, τὸν ἀκλεῆ μέν, ἀλλ' ὅμως ἀκίνδυνον. καθήσομ' ἐλθών, οἷ κακῶν ἐρημία. κρεῖσσον γὰρ ἢ τοῖς πλείοσιν μεμιγμένον μήτ' ἄλλους ἕλκειν πρὸς τὸ βούλημ' ἰσχύειν μήτ' αὐτὸν ἄλλοις συμφέρεσθ', οὗ μὴ λόγος. δεῦρ', ὅστις οἶδε τὸν θρόνον, προσβαινέτω· πολλοὺς ἀμείψει, ἀξίους τε καὶ κακούς. πρὸς ταῦτα βουλεύεσθε. εἴρηται λόγος.» Ταῦτ' εἶπον· οἱ δ' ἔκρωζον ἄλλος ἄλλοθεν, δῆμος κολοιῶν εἰς ἓν ἐσκευασμένος, τύρβη νέων τις, καινὸν ἐργαστήριον, λαῖλαψ κόνιν σύρουσα πνευμάτων στάσει, οἷς οὐδ' ἂν ἠξίωσε τῶν τις ἐντελῶν φόβῳ τε θείῳ καὶ χρόνῳ δοῦναι λόγον ἄτακτα παφλάζουσιν ἢ σφηκῶν δίκην ᾄττουσιν εὐθὺ τῶν προσώπων ἀθρόως· τοῖς δ' ἠκολούθουν ἡ σεμνὴ γερουσία. τοσοῦτ' ἀπεῖχον σωφρονίζειν τοὺς νέους. καὶ τὸν λογισμόν, ὡς ἐπαινετός, σκόπει. δεῖν γὰρ συνάλλεσθ' ἡλίῳ τὰ πράγματα ἐντεῦθεν ἀρχὴν λαμβάνονθ', ὅθεν θεός ἔλαμψεν ἡμῖν σαρκικῷ προβλήματι. τί οὖν; μάθωμεν μὴ σέβειν περιτροπάς, Χριστοῦ δὲ σάρκα παντὸς ἡμῶν τοῦ γένους οἴεσθ' ἀπαρχήν. «ἡ δ' ἐντεῦθεν ἤρξατο», εἴποι τάχ' ἄν τις, «ἔνθα πλεῖον τὸ θράσος, ὡς ῥᾳδίως ἐνταῦθα καὶ θανούμενος, ἐκ τοῦ δ' ἔγερσις, ἐκ δὲ τοῦ σωτηρία.» τοὺς ταῦτα δοξάζοντας οὐκ εἴκειν ἐχρῆν τοῖς, ὥσπερ εἶπον, εὐμαθῶς ἐγνωκόσιν; ἐξ οὗ καὶ τἆλλα δῆλον ὡς ὑψίφρονες. Κἀκεῖνο δ' οἷον· τὴν γλυκεῖαν καὶ καλήν πηγὴν παλαιᾶς πίστεως, ἣ τριάδος εἰς ἓν συνῆγε τὴν σεβάσμιον φύσιν, ἧς ἦν ποθ' ἡ Νικαία φροντιστήριον, ταύτην ἑώρων ἁλμυραῖς ἐπιρροαῖς τῶν ἀμφιδόξων ἀθλίως θολουμένην, οἳ ταῦτα δοξάζουσιν, οἷς χαίρει κράτος, μέσοι μὲν ὄντες- ἀσμενιστὸν δ' εἰ μέσοι, καὶ μὴ προδήλως κλήσεως ἐναντίας, ἐπίσκοποι νῦν μανθάνοντες τὸν θεόν, διδάσκαλοι χθές, καὶ μαθηταὶ σήμερον, τελειοποιοί, καὶ τέλειοι δεύτερον, λαὸν καταρτίζοντες, οἳ τὰ σφῶν κακά, οὐκ οἶδ' ὅπως μέν, ἐκλαλοῦσι δ' οὖν ὅμως, καὶ ταῦτα χωρὶς δακρύων· ὃ καὶ ξένον, ἄδακρυς ἐκλάλησις ἀρρωστημάτων. Οὗτοι μὲν οὕτω. δοῦλα καιροῦ γάρ φασιν τὰ πάντα. τοῦ παίζειν δὲ τίς μείζων τρυφή; ὃ μήτε μόχθῳ κτητόν, ὡς τὰ πόλλ' ἔχει, μήτ' ἄλλοθεν ποριστόν, ἀλλ' οὐδ' ὤνιον- ἡμεῖς δὲ πῶς ποθ' οἱ φιλάνθρωποι λίαν; προυθήκαμεν κήρυγμα πρόσθεν βημάτων· πᾶσιν βοῶμεν· «ὃς θέλει, δεῦρ' εἰσίτω, κἂν δίστροφός τις ἢ πολύστροφος τύχῃ. θέατρόν ἐστι πᾶσιν ἠνεῳγμένον, πανήγυρις ἕστηκεν· ἀπίτω μηδὲ εἷς ἀπραγμάτευτος. ἂν μεταστραφῇ κύβος (καιροῦ γὰρ οὐδέν ἐστιν εὐστροφώτερον), ἔχεις τὸ τεχνύδριον· ἀνάδραμε τοὔμπαλιν. οὐκ εὐμαθὲς τὸ πίστει προσκεῖσθαι μιᾷ, βίων δὲ πολλὰς εἰδέναι διεξόδους.»

Ἐξ οὗ τί γίνεθ'; ἡ πολύπλοκος πάλαι εἰκὼν ἐν ὕπνοις· χρυσός, ἑξῆς ἄργυρος, χαλκός, σίδηρος, ὄστρακον τὰ πρὸς πόδας. δέδοικα, μὴ τὰ πάντα λικμήσῃ λίθος. καὶ Μωαβίταις κἀμμανίταις, οἷς οὐ πάλαι, νῦν εἰσιτητόν ἐστιν εἰς ἐκκλησίαν. «σὺ δ' οὐκ ἐπῄνεις ταῦτα τὸ πρόσθεν; λέγε. τῶν συλλόγων δὲ τίς ποτ' εἶχε τὸ κράτος;» οἱ