18
τοι τοῦτο οὐδὲ τὸ σῶμα διασῶσαι δυνάμεθα. Ὁ μὲν γὰρ τοῦ προηγουμένου παραμελῶν, καὶ περὶ τὸ ἔλαττον ἅπασαν τὴν σπουδὴν ἐπιδεικνύμενος, ἀμφότερα καταλύει καὶ ἀπόλλυσιν· ὁ δὲ τάξιν φυλάττων καὶ τὸ κυριώτερον θερα πεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ προτέρου σωτηρίας, καὶ τοῦτο διέσωσεν. Ὅπερ καὶ ὁ Χριστὸς ἡμῖν παραδηλῶν ἔλεγεν. «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθῆτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γέενναν.» Ἆρά σε πείθομεν ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν ἢ λογισμοὺς καὶ ἑτέρους πάλιν ἀνακινῆσαι χρή; Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σού ποτε, οὐδὲ ὅπερ ἑτέροις ἐγκαλοῦμεν αὐτοὶ πεισόμεθα· καίτοι γε οὐκ ἔστιν ἴσον αὐτόν τινα ἀπελπίζειν ἑαυτόν, καὶ ἕτερον αὐτόν. Ὁ μὲν γὰρ ὑφ' ἑτέρου ταύτην ἔχων τὴν ἀπόνοιαν, κἂν συγγνωσθείη ταχέως· ὁ δὲ αὐτὸς περὶ ἑαυτοῦ οὐκέτι. Τί δήποτε; Ὅτι αὐτὸς μὲν οὐκ ἔστι κύριος τῆς ἐκείνου σπουδῆς καὶ μετανοίας, τῆς δὲ ἑαυτοῦ τὴν ἐξουσίαν ἔχει μόνος αὐτός. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις τοῦτο πάθῃς, ἴσως γὰρ ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ ἀποκατάστασις πρὸς τὸν πρότερον βίον. Ἄκουε δὲ καὶ τῶν ἑξῆς. Οἱ Νινευΐται τοῦ προφήτου διατεινομένου καὶ σαφῶς ἀπειλοῦντος ἀκούσαντες ὅτι· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται», οὐδὲ οὕτως ἀνέπεσαν, ἀλλὰ καίτοι μὴ θαρροῦντες ὅτι πείσουσιν τὸν θεόν, μᾶλλον δὲ καὶ τοὐναντίον ὑποπτεύειν ἔχοντες ἀπὸ τοῦ χρησμοῦ· οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθέν, ἀλλ' ἀπόφασις ἦν καθαρά, καὶ οὕτω τὴν μετάνοιαν ἐπεδείκνυντο λέγοντες· «Τίς οἶδεν εἰ μετανοήσει καὶ παρακληθήσεται ὁ θεὸς καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα.» Εἶτα ἐπάγει· «Καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.» Εἰ δὲ ἄνθρωποι βάρβαροι καὶ ἀλόγιστοι τοσοῦτον ἠδυνήθησαν συνιδεῖν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρή, τοὺς τὰ θεῖα δόγματα παιδευθέντας καὶ τῶν τοιούτων παραδειγμάτων καὶ ἐν ῥήμασιν καὶ ἐν πράξεσιν πολὺ τὸ πλῆθος ἑορακότας· «Οὐ γάρ εἰσιν, φησίν, αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν· ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει τὰ διανοήματά μου ἀπὸ τῶν διανοιῶν ὑμῶν, καὶ αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν.» Εἰ δὲ ἡμεῖς τοὺς ἀπὸ τύχης προσκεκρουκότας τῶν οἰκετῶν, ἂν ἐπαγγέλλωνται γενέσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παρρησίας μεταδίδομεν, οὐ πολλῷ μᾶλλον αὐτός; Εἰ μὲν γὰρ διὰ τοῦτο ἐποίησεν ἡμᾶς ἵνα κολάσῃ, καλῶς ἂν ἀπεγνώκεις καὶ ἠμφισβήτεις ὑπὲρ τῆς σωτηρίας τῆς ἑαυτοῦ· εἰ δὲ δι' οὐδὲν ἕτερον ἢ δι' ἀγαθότητα μόνην ἐδημιούργησεν ἡμᾶς, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν καὶ ἄθλων καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρόν, τί ποτέ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς; Σφόδρα αὐτὸν παρωργίσαμεν καὶ ὡς οὐδεὶς ἀνθρώπων ἕτερος. Οὐκοῦν διὰ τοῦτο μάλιστα ἀποστῆναι τῶν παρόντων δεῖ καὶ μεταγνῶναι ἐπὶ τοῖς προγεγενημένοις καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν. Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ' ἡμῶν παροξῦναι δύναιτ' ἄν, ὡς τὸ μηδὲ θελῆσαι καὶ μεταβαλέσθαι λοιπόν. Τὸ μὲν γὰρ ἁμαρτεῖν ἴσως ἀνθρώπινον, τὸ δὲ ἐπιμεῖναι ἐπὶ τοῖς αὐτοῖς, τοῦτο οὐκ ἀνθρώπινον λοιπόν, ἀλλ' ὅλον σατανικόν. Ὅρα γοῦν καὶ διὰ τοῦ προφήτου πῶς τοῦτο μᾶλλον ἐκείνου μέμφεται ὁ θεός· «Καὶ εἶπον γάρ, φησίν, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν.» Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν· «Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάττειν τὰς ἐντολάς