1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

18

διὰ τάχους τὴν ὀργὴν ἀναῤῥίψαντες, ἐμπόνως μετανοήσατε, ἵνα μὴ ἁρπαγέντες ἀπενεχθῆτε εἰς τὸν τόπον ἐκεῖνον, ἔνθα συνάγονται τὰ τῆς ὀργῆς τέκνα, ἐξ οὗ ῥυσθείημεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ γαστρίμαργοι καὶ κατασπαταλῶντες, 60.697 ἀκούσατε τοῦ Κυρίου κράζοντος μετὰ ἀπειλῆς· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσουσι· καὶ τοῦ προφήτου λέγοντος· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν. Ὁρᾷς ὡς καὶ τοῦ Θεοῦ χωρίζονται οἱ τρυφῶντες, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἀθέους ἀποδεικνὺς ἔλεγεν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἄκουε πάλιν τοῦ Θεοῦ πῶς προασφαλίζεται πᾶσι διὰ Μωϋσέως, καὶ λέγει· Πρόσεχε σεαυτῷ, μή ποτε φαγὼν καὶ ἐμπλησθεὶς ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου· καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε· καὶ πρόσεχε σεαυτῷ, ἵνα μὴ ἀκούσῃς καὶ σὺ, καθὼς ὁ σπαταληστὴς ἐκεῖνος πλούσιος, ὁ καὶ μισόπτωχος, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· καὶ ἀντέχου τῆς μετανοίας, τοῦ κεφαλαίου τῆς σωτηρίας ἡμῶν, ὅτι οὐκ οἴδαμεν τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἡμῶν ἔρχεται. Οἱ ἐν μέθαις ἡττώμενοι, καὶ τῆς ἀκηράτου βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς ἀποσχοινίζοντες ἰδίᾳ γνώμῃ, ἀκούσατε τοῦ προφήτου κηρύσσοντος· Οὐαὶ οἱ μεθύοντες· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ πάλιν παραγγέλλοντος, Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, καὶ καταλιπόντες τὸν οἶνον, μᾶλλον δὲ τὴν μέθην τὴν ἔξω ἀποκλείουσαν τῆς βασιλείας, ἐπιποθήσατε ἐκεῖνον τὸν οἶνον, ὃν ὁ Θεὸς ἐκ τῶν ἁγίων Γραφῶν ἐκέρασεν ἡμῖν κατὰ τὸν προφήτην, οἶνον κατανύξεως· ὃν οἱ πιόντες, ἐν κατανύξει μετανοήσατε δακρύοντες· γλυκέα γὰρ τὰ ῥήματα τοῦ Κυρίου.

Οἱ ἐν σαρκὶ πεποιθότες καὶ ἐπὶ ἰδίᾳ ματαιότητι, ἀκούσατε τοῦ Θεοῦ διὰ στόματος τῶν ἁγίων βοῶντος· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ πάλιν, Στηρίζων σάρκα βραχίονος αὐτοῦ, ὅτι ματαία σωτηρία ἀνθρώπου. ∆ιὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, καθὼς ὁ προφήτης τὰ ὅμοια λέγει· Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Καὶ μετανοήσατε· ἔρχεται γὰρ ὁ κριτὴς ὁ ἀπροσωπόληπτος καταργῆσαι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· οὐδὲν γὰρ αὐτοῦ ἰσχυρότερον. Οἱ τὰ περίεργα ἐπιτηδεύοντες λαθροφονευταὶ, οἱ τοῦ τόπου τῶν φονέων κληρονόμοι, οἱ κρύφιοι λύκοι, οἱ σαρκικοὶ δαίμονες, οἱ τῶν καταχθονίων οἰκήτορες, οἱ τοῦ αἰωνίου σκότους υἱοὶ καὶ τοῦ ἀσβέστου πυρὸς τέκνα, ἀκούσατε τί διηγεῖται ὁ ἅγιος εὐαγγελιστὴς Λουκᾶς περὶ τῶν τοιούτων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγων· Πολλοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψηφίσαντο τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Εἶδες ὑπακοὴν ὀξεῖαν καὶ σωτηρίαν σύντομον; εἶδες πῶς ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν; Ἀλλὰ τὸ τάχος τῆς ὑπακοῆς πάντα κατώρθωσε. Καὶ ὑμεῖς οἱ τὰ ὅμοια πλανώμενοι, καὶ γνώμῃ ἀπατώμενοι, καταπτύσαντες τὴν τοιαύτην χαλεπὴν καὶ ἀπάνθρωπον ἀπάτην, καὶ ὡς ἀπὸ ὄφεως ἀποφυγόντες, σπουδάσατε ἀξίαν μετάνοιαν ἐπιδείξασθαι, πρὶν φθάσῃ ἡμῖν ἡ ἀνυπόστατος κατὰ τῶν τοιούτων ἀπειλὴ καὶ οἰμωγή· ὁ γὰρ καιρὸς ἐγγὺς, καὶ μὴ ἀμελῆτε. Οἱ τὸ δυσίατον νοσοῦντες πάθος, τὸν φθόνον λέγω καὶ βασκανίαν, μνήσθητε τῶν φθονερῶν ἐκείνων τῶν ἀκουσάντων· Ἑταῖρε, οὐκ ἀδικῶ σε, ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ποῦ ἄρα; ∆ηλονότι εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ἀποῤῥίψαντες τὴν τοιαύτην ἀῤῥωστίαν, μετανοήσατε· Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Οἱ τὰς θείας