χήρα τὸν Ἡλίαν «λιμοῦ γενομέ νου» ἐν τῷ Ἰσραὴλ «τοῦ ἀκοῦσαι λό γον θεοῦ». Περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα» καὶ πάλιν ἡ ἑτέρα γραφή, ὅτι «στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν». 34.188 Σαφῶς ἐν τούτοις παρίσταται, ὅτι ἡ κατὰ τὸν δημιουργὸν τοῦ κόσμου θεὸν καὶ τὰς ἀπ' αὐτοῦ γραφὰς πα λαιὰς κηρυσσομένη ζωὴ ἡ αἰώνιός ἐστιν, ἣν καὶ ὁ σωτὴρ καταγγέλλει. Πυθομένου γοῦν τοῦ νομικοῦ· «τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω», ἐπὶ τὸν νόμον αὐτὸν ἀναπέμπει, ἵν' ἐκεῖθεν συναγάγῃ ἐντολὰς τὰς προσαγούσας τὸν ποιοῦντα αὐτὰς τῇ αἰωνίῳ ζωῇ, 34.189 εἰπὼν αὐτῷ· «ὀρθῶς ἀπεκρίθης· τοῦ το ποίει καὶ ζήσῃ», δηλονότι τὴν ζωὴν τὴν αἰώνιον, περὶ ἧς κἀκεῖνος ἐπύθετο καὶ ὁ σωτὴρ διδάσκει. Μαρτυρεῖ γοῦν τῷ ἀπὸ τοῦ νόμου εἰληφότι ἀπὸ μὲν τοῦ ∆ευτερονομίου τό· «ἀγαπήσεις κύριον τὸν θεόν σου» καὶ τὰ ἑξῆς, ἀπὸ δὲ τοῦ Λευϊτικοῦ τό· «τὸν πλησίον σου ὡς σεαυτόν». Καὶ ὁ σωτὴρ δὲ ἀπεφήνατο περὶ τῶν δύο ἐντολῶν τούτων λέγων, ὅτι ἐν αὐταῖς «ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται». ∆ιδάσκει δὲ ὁ λόγος· οὐ γὰρ ἄλλος τοῦ τηροῦντος τὴν ἐντολὴν ὁ 34.190 γινόμενος πλησίον, ἕκαστος δὲ ἑαυ τὸν ποιεῖ τοῦ δεομένου βοηθείας πλησίον. Τοῦτο γάρ ἐστιν τὸ ἐπιλεγόμενον τῇ παραβολῇ, τό· «τίς τούτων τῶν τριῶν δοκεῖ σοι γεγονέναι πλησίον τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;» Καὶ γὰρ καὶ ὁ νομικὸς τοῦτό φησιν, ὅτι «ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ», καὶ ἀκούει τό· «πορεύου καὶ σὺ ποίει ὁμοίως». Ἀνάγεται ὁ ἄνθρωπος εἰς τὸν Ἀδάμ· ἡ δὲ Ἱερουσαλὴμ εἰς τὸν παράδεισον· ἡ δὲ Ἱεριχὼ εἰς τὸν κόσμον· οἱ δὲ λησταὶ εἰς τὰς ἀντι κειμένας ἐνεργείας· ὁ ἱερεὺς εἰς τὸν νόμον· ὁ λευίτης εἰς τὸν προ φητικὸν λόγον· ὁ Σαμαρείτης εἰς Χριστὸν τὸν ἐκ Μαρίας σάρκα φο 34.191 ρέσαντα· τὰ τραύματα εἰς τὴν παρα κοήν· τὸ κτῆνος εἰς τὸ σῶμα Χρι στοῦ· τὸ πανδοχεῖον εἰς τὴν ἐκκλη σίαν· τὰ δύο δηνάρια εἰς τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν· ὁ πανδοχεὺς εἰς τοὺς τῆς ἐκκλησίας ἐπιστατοῦν τας ἀγγέλους· ἡ ἐπάνοδος τοῦ Σαμα ρέως ἡ δευτέρα Χριστοῦ ἐπιφάνεια. τοὺς πρὸ Χριστοῦ ἐλθόντας ψευδο διδασκάλους· τὰ τραύματα εἰς ... τὰς ἁμαρτίας 34.192 ὁ μὲν ἱερεὺς τὸν νόμον δηλοῖ· Λευί της δὲ τὸν προφητικὸν λόγον· ὁ Σαμαρείτης τοίνυν ὁδεύων ὃ ἑρμη νεύεται φύλαξ, ὅς ἐστι Χριστός· ὃς οὐ νυστάζει οὐδὲ ὑπνοῖ ἐν τῷ φυλάσ σειν τὸν Ἰσραήλ, εἶδεν τὸν κείμενον τὸν ἡμιθνῆτα 34.193 ἐπὶ τοῦ ἰδίου κτήνους τοῦτ' ἔστι τοῦ σώματος ἐπαναπαῦσαι διενοήθη διὰ φιλανθρωπίαν, ᾗ «πάντες οἱ κο πιῶντες καὶ πεφορτισμένοι» ἐπανα παύονται· 34.194 πανδοχεῖον δὲ καὶ τὴν ἐκκλησίαν φησί, τὴν πάντων γενομένην δεκτι κὴν καὶ χωρητικήν· ὅθεν καὶ πανδοχέας ... νοήσαιμεν ... τοὺς ἀγγέλους τῶν ἐκκλησιῶν· τούτοις εἰς οὐρανοὺς ἀνιὼν ὁ σωτὴρ «δέδωκε δύο δηνάρια», προνοεῖν ἐπι μελῶς τοῦ ἠρρωστηκότος ἐγκελευ σάμενος· τινὲς δὲ «δύο δηνάρια» τὴν περὶ πατρὸς καὶ υἱοῦ δόκιμον γνῶσιν ἔφασαν· 34.195 καὶ προσθεὶς ὡς «ὅ τι ἐὰν προσδα πανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι». 35.196 Σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἐν τῷ κατὰ Ματθαῖον παραλέλειπται ἓν τῶν προσώπων καὶ ἐνήλλακται ἕν. Παραλέλειπται μὲν ὁ «ἄρχων», ἐνήλ λακται δὲ ἀντὶ τοῦ «πράκτορος» ὁ «ὑπηρέτης»· τετήρηται δὲ ὁ «ἀντίδι 35.197 κος» καὶ ὁ «κριτής». «∆ύο γάρ εἰσιν ἄγγελοι», ὥς φησιν ὁ Ποιμήν, «μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς ἀδικίας». 35.198 Ἄλλοι μὲν τῶν ἐν τῇ ἐκκλησίᾳ μι κρῶν ἄγγελοι «θεωροῦσι τὸ πρόσω πον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς»· οἱ δὲ τῶν ἔξω τῆς ἐκκλησίας οὐκ εἰσὶ ἄξιοι τούτου, ἑτέρῳ τινὶ ἐξυπ ηρετούμενοι. 35.199 Καὶ ἄρχων μέν ἐστιν ὥς τινες ἔφα σαν ὁ ἑκάστου ἔθνους ἡγούμενος, οἷον βασιλείας Περσῶν ἢ Μήδων, 35.200 ὥς φησι ∆ανιήλ· ἀντίδικος δὲ εἷς τῶν ὑπ' αὐτοὺς ἀγγέλων. Τήρει δέ, ὅτι «ἄρχων» μὲν χωρὶς ἄρθρου ὡς ἂν εἷς τῶν πολλῶν, «ἀν τίδικος» δὲ μετὰ τοῦ ἄρθρου, καὶ ὅτι ἔχει τὸ «σοῦ»· οὐ γὰρ ἀόριστοι οἱ ἀντίδικοι· ἕκαστος δ' ἔχει τὸν συν όντα. 35.201 «Ὡς τοίνυν», φησίν, «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου», ὅστις σε τῷ ἄρχοντι προσαγαγεῖν βούλεται τῷ ἰδίῳ καὶ