1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

18

ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα, ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται, ἀλλ' ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ. ∆ιὰ τοῦτο νῦν, ἐὰν ποιμὴν ᾖ ἐν ἐμοί, ἄρχει μου τῶν αἰσθή σεων· οὐκέτι εἰσὶν ὑπὸ νοῦν ἀλλότριον, ἢ ὑπὸ Φαραώ, ἢ ὑπὸ Ναβουχοδονόσορ, ἀλλὰ ὑπὸ τὸν καλὸν ποιμένα. 5.7 «Ἡ αἰσχύνη» οὖν «κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν.» Ἔστι τι ἐν ἡμῖν γεωργοῦν ἡμᾶς, ἤτοι δὲ κακῶς γεωργοῦν, εἴ γε δεῖ λέγειν τὸ κακῶς ἐπὶ τοῦ γεωργοῦντος, ἢ καλῶς γεωργοῦν. Εἰ μὲν οὖν κακῶς γεωργεῖ, μόχθος ἐστὶ τῶν πατέρων καταναλισκόμενος ὑπὸ τῆς αἰσχύνης αὐτῶν· εἰ δὲ καλῶς γεωργεῖ, οὐκ ἔστι τῶν πατέρων μόχθος. Ἀλλὰ μόσχος ἐστὶν ἀφ' ὧν τὰ πρωτότοκα ἀναφέρεται ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θεοῦ. «Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν» λέγου σιν οὗτοι· τίνων «αὐτῶν» ἢ «τῶν πατέρων» <οἱ> υἱοὶ ἀναλίσκονται ὑπὸ τῆς αἰσχύνης αὐτῶν καὶ αἱ θυγατέρες; Πολλάκις εἴπομεν τὰ τῆς ψυχῆς γεννήματα, ὅτι τὰ νοή ματα μέν εἰσιν υἱοί, τὰ δὲ ἔργα καὶ αἱ πράξεις αἱ διὰ τοῦ σώματος θυγατέρες· ἐπεὶ οὖν ἐστί τινα νοήματα μοχθηρά, ὁποῖα ἐνόησαν οἱ ἀπὸ τῶν ἐθνῶν, ἔστιν δὲ καὶ ἔργα μοχ θηρά, διὰ τοῦτο υἱοὶ καὶ θυγατέρες ἀναλίσκονται ὑπὸ τῶν πεποιηκότων, ἐὰν αἰσχύνη αὐτοῖς ἐγγένηται περὶ τῶν ἡμαρτημένων. Ἡμᾶς δὲ μὴ εἴη ποιεῖν υἱοὺς καὶ θυγατέρας δεομένους ἀναλώσεως τῆς ἀπὸ τῆς αἰσχύνης. 5.8 Μετὰ ταῦτα λέγουσιν οὗτοι οἱ ἐξομολογούμενοι τὸ «ἐκοι μήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν» καὶ μετὰ τοῦτό φασιν· «καὶ ἐπεκάλυψεν» φησὶν «ἡμᾶς ἡ ἀτιμία ἡμῶν». Περὶ τοῦ καλύμματος πολλάκις ἡμῖν εἴρηται τοῦ ἐπικειμένου τῷ προσώπῳ τῶν μὴ ἐπιστρεφόντων πρὸς κύριον· δι' ὃ κάλυμμα «ἐὰν ἀναγινώσκηται Μωσῆς», ὁ ἁμαρτωλὸς οὐ νοεῖ αὐτόν· «Κάλυμμα» γὰρ «εἰς τὴν καρδίαν αὐτοῦ κεῖται»· δι' ὃ κάλυμμα, ἐὰν ἀναγινώσκηται ἡ παλαιὰ διαθήκη, οὐ συνήσει ὁ ἀκούων· δι' ὃ κάλυμμα καὶ «τὸ εὐαγγέλιον τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον». Ἐλέ γομεν τοίνυν περὶ τοῦ καλύμματος ὅτι ἡ αἰσχύνη ἐστὶ τὸ κάλυμμα· ὅσον γὰρ ἔχομεν τὰ ἔργα τῆς αἰσχύνης, δῆλον ὅτι ἔχομεν τὸ κάλυμμα κατὰ τὸ εἰρημένον που ἐν τεσσα ρακοστῷ καὶ τρίτῳ Ψαλμῷ· «Καὶ ἡ αἰσχύνη τοῦ προσώ που μου ἐκάλυψέν με.» Παρεθέμην ὅτι ὁ μὴ ἔχων αἰσχύ νης ἔργα οὐκ ἔχει κάλυμμα, ὁποῖος ἦν ὁ Παῦλος λέγων· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα.» Παῦλος οὖν ἀνακεκαλυμμένον ἔχει τὸ πρόσωπον· οὐ γὰρ ἔχει αἰσχύνης ἔργα· ὁ μὴ ὡς Παῦλος ὢν κεκαλυμμένον ἔχει τὸ πρόσωπον. Ὡς οὖν ἐκεῖ «ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με» εἴρηται ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε· «Ἐκάλυψεν» φησὶν «ἡμᾶς ἡ ἀτιμία ἡμῶν». Ὅσον ἀτιμίας ἔργα ἐργαζόμεθα, κάλυμμα ἔχομεν ἐπὶ τὴν καρδίαν ἡμῶν κείμενον. Εἰ θέλομεν τὸ κάλυμμα τὸ ἀπὸ τῆς ἀτιμίας ἀποθέσθαι, ἐπὶ τὰ τῆς τιμῆς ἔργα καταντήσωμεν καὶ νοήσωμεν ἐκεῖνο τὸ ὑπὸ τοῦ σωτῆ ρος εἰρημένον· «Ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα», νοήσωμεν καὶ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· «∆ιὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις.» Ὁ δίκαιος «ὡς τιμᾷ τὸν πατέρα τιμᾷ τὸν υἱόν»· ἡ ἀτιμία, ὅταν ἀτιμάζω τὸν υἱόν, αὐτὴ καθ' ἣν ἀτι μάζω τὸν πατέρα ἢ τὸν υἱόν, ἐπικάλυμμα γίνεται τοῦ προσώπου μου, καὶ λέγω· «Καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτι μία.» ∆ιὰ τοῦτο νοήσαντες τὸ κάλυμμα τὸ ἐπικείμενον ἀπὸ τῶν τῆς αἰσχύνης ἔργων, ἀπὸ τῶν τῆς ἀτιμίας πράξεων, περιελώμεθα τὸ κάλυμμα. Ἐφ' ἡμῖν ἐστιν περιαιρεθῆναι τὸ κάλυμμα, οὐδενὸς ἄλλου ἐστίν· «ἡνίκα» γὰρ «ἐπέστρε φεν πρὸς κύριον Μωσῆς, περιῃρεῖτο τὸ κάλυμμα». Ὁρᾷς ὡς Μωσῆς ποτε λαμβάνεται καὶ ἐπὶ τοῦ λαοῦ; Ὅσον οὐκ ἐπέστρεφεν πρὸς κύριον σύμβολον ὢν τοῦ λαοῦ τοῦ μὴ ἐπιστρέφοντος πρὸς κύριον, κάλυμμα εἶχεν ἐπικείμενον αὐτοῦ τῷ προσώπῳ· ὅτε δὲ ἐπέστρεφε πρὸς κύριον σύμβο λον γινόμενος τῶν ἐπιστρεφόντων πρὸς κύριον, τότε «πε ριῃρεῖτο τὸ κάλυμμα»· καὶ οὐχ οἷον ὁ θεὸς αὐτῷ ἐκέ λευεν· περίθου τὸ κάλυμμα, -οὐ γὰρ εἶπεν ὁ