βεστάτοις αὐτοῦ δόγμασιν ἐρημούντων τὴν γῆν καὶ τοὺς οἰκοῦντας αὐτήν. Σύμβολον οὖν εἰσιν οὗτοι οἱ λέοντες τῶν τῆς Ἱερουσαλὴμ βασιλέων κατὰ τὸ αἰ σθητόν· τοῦ μὲν πρώτου παραδοθέντος εἰς Αἴγυπτον· τοῦ δὲ δευτέρου, ὡς ἀσεβεστέρου, εἰς Βαβυλῶνα. Ἔχει δὲ καὶ τὴν ἀναγωγὴν τοῖς δυναμένοις θεωρῆσαι. Τοιαῦτα δὲ πάσχουσι καὶ οἱ ἀσεβεῖς αἱρετικοὶ, οἱ μὴ φυλάσσοντες τὸν λόγον, ἀλλὰ καταπατοῦντες· οἱ μὲν παραδιδόμενοι ἐνταῦθα τοῖς νοητοῖς Αἰγυπτίοις, οἱ δὲ ἢ ἐνταῦθα ἢ μετὰ τὴν ἔξοδον τῷ νοητῷ Ναβουχο δονόσορ. ΚΕΦ. Κʹ. Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τίνα δὲ ἦν ταῦτα ἢ τὸ ἀποκτεῖνον γράμμα τοῦ νόμου, καὶ ἡ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λιθίνοις, καὶ ἡ διακονία τῆς κατακρίσεως; Ἀμφό τερα οὖν διὰ τῆς αὐτῆς προστάσσεται φωνῆς, τό τε γράμμα καὶ τὸ πνεῦμα· ἀλλὰ τὰ μὲν κατὰ τὸ γράμμα προστάγματα οὐ δεῖ ποιεῖν· τὰ δὲ κατὰ τὸ πνεῦμα, ποιητέον. Ὅτι τὸ δὲ τοιοῦτον ἀνέγκλητόν ἐστι, καὶ βεβηλοῖ τινα τῶν προσταγμάτων, μανθάνομεν οὐ μόνον ἀπὸ τοῦ Ἀποστόλου τῆς καινῆς ∆ιαθήκης, ἀλλὰ καὶ ἀπὸ τῶν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος δῆλον, ἐκ τοῦ τοὺς μὲν ἱερεῖς ἐν τῷ ἱερῷ τὸν Σάββα τον βεβηλοῦντας ἀναιτίους εἶναι, καὶ ἐν Σαββάτῳ πε ριτέμνεσθαι ἄνθρωπον· ἑνὸς μὲν λυομένου νόμου, ἑνὸς δὲ τηρουμένου· καὶ ἐκ τοῦ τόν τε ∆αυῒδ καὶ τοὺς σὺν αὐτῷ βεβρωκέναι ἀπὸ τῶν ἄρτων τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· καὶ ἐκ τοῦ ὁμοίωμα γεγονέ ναι ἔν τε τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ τῶν χερουβίμ· καὶ ὑπὸ Μωϋσέως ὁμοίωμα κατεσκευά σθαι ὄφεως χαλκοῦ. ΚΕΦ. ΚΒʹ. Ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες. Κάθηται Κύριος ἐν μέσῳ τῆς Ἱερου σαλὴμ χωνεύων τοὺς ἀναμεμιγμένους ἀργυρίῳ καὶ κασσιτέρῳ, καὶ χαλκῷ καὶ μολίβδῳ, καὶ αἰτιᾶται τοὺς ἔχοντας ὕλην εὐτελῆ περὶ ἑαυτοὺς, καὶ λέγει· Ἀρ γύριον ἀναμεμιγμένον ἐγενήθησαν. Ὅταν γὰρ τῇ κτίσει τοῦ Θεοῦ τῇ καλῇ ἐπεισηγάγομεν ἐκ τῆς κα κίας ἡμῶν τὰ φαῦλα, μόλιβδον ἐπεισηγάγομεν καὶ χαλκὸν, καὶ κασσίτερον· τὴν κακὴν πρᾶξιν καὶ δό γματα ἀθείας, καὶ τὴν πρὸς τὸ σῶμα συμπάθειαν. ∆ιὰ ταῦτα γὰρ χρεία τοῦ πυρός. ΚΕΦ. ΚΗʹ. Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. ∆ώδεκα λίθους εἶχεν ἐπὶ τῶν ὤμων ὁ ἀρχιερεὺς κοσμοῦντας αὐτὸν τοῦ ἀρχιερᾶσθαι τῷ Θεῷ. Τούτους τοὺς λίθους ἐποικοδο 13.821 μεῖ ὁ ἐνάρετος ἐπὶ τὸν ἀσάλευτον θεμέλιον, οὓς τὸ πῦρ κατακαῦσαι οὐκ ἰσχύει· ἐποικοδομεῖ δὲ τοῖς ἰδίοις ὤμοις, τουτέστι πόνοις ἰδίοις. Μέσον δὲ τούτων ὁ κεκτημένος ταῦτα ἔχει ἐπὶ τοῦ στήθους τὸν τῆς δη λώσεως καὶ τὸν ἀληθείας λίθον τίμιον. Καὶ οἱ μὲν δώδεκα λίθοι λόγοι εἰσὶ τῶν υἱῶν Ἰσραὴλ, ἐν οἷς λίθοις θεωρήσεις τὰ νοητὰ ξύλα τοῦ παραδείσου· καὶ τὸ μὲν ξύλον τῆς ζωῆς, ὃ ὁ κτησάμενος τυρωθήσεται τὴν κεφαλὴν τῷ ἁγιάσματι Κυρίου. Ἐκ τῶν τοιούτων ἁγίων λίθων συνεστήκεισαν αἱ πύλαι τῆς Ἱερουσα λὴμ, καὶ πᾶσα ἡ Ἱερουσαλήμ· οὓς πάντας ἐνδεδύκει ὁ ἄρχων Τύρου ποτὲ, οὐ πόνοις ἰδίοις, ἀλλὰ χάριτι, ὡς ὁ λόγος Ἱερουσαλὴμ, καὶ ὡς ἱερεὺς τοῦ Θεοῦ. Ἀλλ' ἐκ τούτων ἁπάντων πέπτωκεν, εἰπὼν ἐν καρ δίᾳ· Ὅτι Θεός εἰμι· κατοικίας Θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης. Καρδία ἐστὶ θαλάσσης οἱ βαθεῖς λόγοι τῶν βαθέων, τὰ ἐσώτατα τῶν ἐσωτάτων· ἐξ ἧς καρδίας καταπεσὼν ὁ ἐπὶ τούτῳ ἐπαρθεὶς κατε βλήθη εἰς αὐτὴν τὴν θάλασσαν τὴν αἰσθητήν. Καὶ τοῦτο δὲ πάσχουσι καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τοῖς ἰδίοις πόνοις ἐπαιρόμενοι. Σὺ ἀποσφράγισμα ὁμοιώσεως. Ἀλήθεια σφρα γίς ἐστι καὶ στέφανος κάλλους. Ὁ ἐν ταύτῃ ὢν ποιω θήσεται ἐν αὐτῇ· καὶ οἱ δεχόμενοι τὴν ἀλήθειαν γί νονται ἐν αὐτῇ. ∆ιὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ἐκ τῶν οὐρανῶν ἐῤῥίφη ὁ ῥιφεὶς ἐπὶ τὴν γῆν· ὧν τῷ ὑποδείγματι καὶ τῇ σκιᾷ ἐλάτρευον οἱ ἐν τῇ σκηνῇ λατρεύοντες. Στήρισον τὸ πρόσωπόν σου. Ἡ θεία Γραφὴ, τὰ καθ' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενα ἱστοροῦσα, παι δεύει ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ὁδηγεῖ δὲ τὸν ἀκο λουθοῦντα ἐκ τῶν καθ' ἡμᾶς, καὶ ἀνάγει, καὶ ὑπο δείκνυσιν ἐκ τῶν αἰσθητῶν τὰ νοητά. Καὶ ἐκ τῶν παρ' ἡμῖν γενομένων ὑποδείκνυσι τῷ πνεύματι τὰ γενόμενα ἐν