19
μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι' αἰῶνος;» Καὶ ὁ Μωσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεὸς αἰτεῖ παρά σου, ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτόν;» Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ' ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητόν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει;
17 Ἄκουε γοῦν καὶ διὰ τοῦ προφήτου τί φησιν· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ τοῦτο δὲ ὑπὲρ τοῦ σφοδρὰν γενέσθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπαιτεῖ παρ' ἡμῶν. Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρισθεὶς μηδὲ οὕτως σβέσῃ τὸν πόθον, δι' οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ' ἵνα τὸ στερρὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα ἐπισπάσηται καὶ συντονωτέραν ἀγάπην ἐκείνους. Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ τῶν ἔργων αὐτῶν ἀπονίψασθαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέν ποτε· νῦν δὲ τοὺς μάλιστα λάμψαντας ἀπὸ τῶν πτωμάτων μεταγνόντας εὑρήσομεν. Οἱ γὰρ πολλὴν ἐν τοῖς κακοῖς ἐπιδειξάμενοι τὴν σφοδρότητα, καὶ ἐν τοῖς ἀγαθοῖς τὴν αὐτὴν ἐπιδείξονται πάλιν, συνειδότες ὅσων ἑαυτοὺς ὀφλημάτων ὑποχρέους κατέστησαν· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐδήλωσεν, ὅτε τῷ Σίμωνι περὶ τῆς γυναικὸς ἔλεγεν· «Βλέπεις γάρ, φησίν, τὴν γυναῖκα ταύτην. Εἰσῆλθον εἰς τὴν οἰκίαν σου, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν τοὺς πόδας μου ἔβρεξεν καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ' οὗ εἰσῆλθον, οὐ διέλιπεν τοὺς πόδας μου καταφιλοῦσα. Ἐλαίῳ οὐκ ἤλειψας τὴν κεφαλήν μου· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν λέγω σοι ὅτι ἀφίενται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησέν με πολύ. Ὧι δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» ∆ιὰ τοῦτο καὶ ὁ διάβολος, εἰδὼς ὅτι οἱ τὰ μεγάλα ἐργασάμενοι κακά, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν, ἅτε εἰδότες τὰ πλημμεληθέντα αὐτοῖς, δέδοικεν καὶ τρέμει μήποτέ τινα ἀρχὴν τοῦ πράγματος λάβωσιν· μετὰ γὰρ τὸ λαβεῖν, ἀκάθεκτοι λοιπόν εἰσιν, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθαρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχάς, καθάπερ ὑπό τινος πνεύματος σφόδρα τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προτέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀπαθείας λιμένα ὠθούμενοι. Καὶ τοῦτό ἐστιν ᾧ πλεονεκτοῦσι τῶν οὐδαμῶς καταπεσόντων, ὅτι σφοδροτέρᾳ κέχρηνται τῇ προθυμίᾳ· μόνον, ὅπερ ἔφην, ἂν τῆς ἀρχῆς ἐπιλάβωνται. Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου καὶ τῶν προθυρῶν ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πῦρ πνέοντα καὶ ἐγκείμενον ἀπώσασθαι καὶ καταβαλεῖν. Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθείς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσών, ἡμεῖς τε μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον. Ἐπιλαβώμεθα τοίνυν τῆς ἐπανόδου λοιπόν, ἀναδράμωμεν εἰς τὴν πόλιν, τὴν ἐν τοῖς οὐρανοῖς, ἐν ᾗ καὶ ἀπεγράφημεν, ἐν ᾗ καὶ πολιτεύεσθαι προστετάγμεθα. Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει κακόν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκείνης, οὐδ' ὅτι εἰς μείζονα ῥᾳθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ' ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν. Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο ἀλλ' ἢ ἀπὸ τοῦ πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς τὴν ἀπόνοιαν ἐμπεσεῖν. Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως