1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

19

Γραφὰς ἐξουθενοῦντες, καὶ τὸ ἅγιον Πνεῦμα ἐνυβρίζοντες τὸ λαλῆσαν διὰ στόματος τῶν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ, τί ποιήσετε ἐν τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, ὅταν τὸ κριτήριον καθίσῃ, καὶ ἀνοιχθῶσιν αἱ βίβλοι, ἃς νῦν βδελύσσεσθε καὶ ἀποστρέφεσθε; ποῦ φύγητε; ποῦ κρυβήσεσθε ἀπὸ προσώπου τοῦ λαλήσαντος πᾶσαν θείαν Γραφὴν, καὶ πᾶσαν ἱερὰν βίβλον συντάξαντος; Οὐαὶ καὶ ἀπώλεια καταλήψεται ὑμᾶς, εἰμὴ ταχέως ἀναλάβησθε θρῆνον καὶ ὀδυρμὸν, καὶ δυσωπήσητε ὃν παρωξύνατε, παράκλητον Θεόν. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, Ἐρευνᾶτε τὰς Γραφάς; Οὐκ ἀκούετε πῶς πεπλανημένους ἐκάλεσε τοὺς μὴ εἰδότας τὰς Γραφάς; Ἀκούσατε τοῦ Ἀποστόλου θεόπνευστον αὐτὴν καλοῦντος καὶ ὠφέλιμον, καὶ λόγον ὑγιαίνοντά τε 60.698 καὶ ἰατρεύοντα, καὶ ἱερὰ Γράμματα καλοῦντος, καὶ νόμον ἐλευθερίας. Ἀκούσατε πάλιν πῶς διὰ τοῦ Σολομῶντος τὸ ἅγιον Πνεῦμα ἀσεβεῖς ὑμᾶς ἐκάλεσε, λέγον· Σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσι.

θʹ. Ταῦτα ἀκούοντες, μετανοήσατε καὶ ἑτοιμάζεσθε πρὸς ἀπολογίαν, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, πᾶς ἄνθρωπος, ὅστις ἐὰν μὴ σπουδάσῃ ἀπεντεῦθεν διορθώσασθαι, ἀλλ' ἔτι χρῄζων ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ, οὐχὶ διορθώσεως, ἀποδημήσῃ, ὁ τοιοῦτος καὶ προσδοκάτω. ἐπὶ τήνδε ἁμαρτίαν ἢ τήνδε, ἀλλ' ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπου, ἀνδρῶν τε καὶ γυναικῶν. Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἡμάρτομεν. ∆ιὰ τοῦτο ὁ ἱερὸς Ἀπόστολος κατὰ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ καὶ περὶ γυναικῶν ἔγραψε λέγων· Γυναῖκας σεμνὰς, διακόνους πιστὰς ἐν πᾶσι. ∆ιδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ διαυθεντεῖν τοῦ ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ, οἰκουροὺς, καλοδιδασκάλους, Ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Καὶ περὶ χηρῶν ἔγραψεν οὕτω· Χήρας τίμα, τὰς ὄντως χήρας. Ἥτις προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Καὶ περὶ πρεσβυτέρων τε καὶ πρεσβυτίδων ἐλάλησε τὸ ἅγιον Πνεῦμα διὰ στόματος τῶν ἁγίων, καὶ περὶ δούλων τε καὶ δεσποτῶν διετάξατο, καὶ περὶ βασιλέων εἶπε, καὶ περὶ στρατιωτῶν ἐλάλησε, καὶ περὶ ἐπισκόπων ἐτύπωσε, καὶ οὐδὲν τῶν συμφερόντων παρέδραμεν· ἐπειδὴ, καθὼς ἔφη, Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν μικρῶν τε καὶ μεγάλων ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ.

Πάντα ὑπέμνησα τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα εἴδητε πάντα τὰ προστάγματα, καὶ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ πᾶσα ἡλικία μάθῃ τὴν βουλὴν τοῦ Θεοῦ καὶ τὸ θέλημα, καὶ τὴν φοβερὰν αὐτοῦ ἀπ' οὐρανοῦ παρουσίαν, καὶ τὰς φοβερὰς κολάσεις, καὶ τὸν ὀδυνηρὸν ἐκεῖνον χωρισμὸν, καὶ σπουδάσῃ ἕκαστος τὸν ἑαυτοῦ βίον διορθώσασθαι, καὶ ἑαυτὸν ἑτοιμάσαι πρὸς ἀπολογίαν, καὶ μὴ τῇ ῥᾳθυμίᾳ ἑαυτὸν παραδῷ, καὶ ἀποτύχῃ τῶν ἀνεκφωνητῶν καὶ αἰωνίων ἀγαθῶν. Ὅρα οὖν, ὦ ῥᾴθυμε σὺ, μὴ ἐμμείνῃς τῇ ῥᾳθυμίᾳ, μὴ νικῶ ὑπὸ τῆς ἀπάτης καὶ ἡδονῆς. Βλέπε μὴ διὰ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονῇς, καὶ θησαυρίσῃς σεαυτῷ ὀργὴν, καθὼς λέγει ὁ Ἀπόστολος, ἐν ἡμέρᾳ ὀργῆς. Ἐπίστρεψον λοιπὸν, νῆψον, γρηγόρησον· ἀρκετὸς γὰρ ὁ παρελθὼν καιρός· ἐν τῇ ἀπάτῃ καὶ φιληδονίᾳ σου μὴ ἐπιμείνῃς, μὴ ἐμβαθύνῃς ἐν τῇ ἀδικίᾳ σου. Οὐχ ὁρᾷς τὸν ἄγγελον ἀκολουθοῦντα καὶ γράφοντά σου τὰς πράξεις; οὐκ οἶδας, ὅτι κατὰ τὴν σκληρότητά σου καὶ ἐπιμονὴν τὸ ἕλκος μεῖζον γίνεται, καὶ βαρύτερον γράφεται, καὶ ὀργὴ πλέον ἐξάπτεται; οὐκ οἶδας, ὅτι τὸ κατεργάζεσθαι τὸ κακὸν, δυσεξάλειπτον καθίσταται, ὥσπερ ἐν πίνακι χαρακτῆρες οἱ μὲν κουφοτέρως ἐναποκείμενοι εὐχερῶς καταλεαίνονται, οἱ δὲ διὰ βάθους δυσεξάλειπτοι εὑρίσκονται; Ὅρα οὖν μὴ περιφρονήσῃς τοῦ μέλλοντός σε κρίνειν· ὅρα οὖν μὴ