ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος-ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς φυλακῆς, ἕως ἔτι ὁδεύεις, «δὸς ἐργασίαν ἀπηλλάχ θαι» <ἀπὸ τοῦ ἀντιδίκου ἢ ἀπὸ τοῦ κριτοῦ>, πρὸς ὃν σύρει σε ὁ ἀντίδικος· τοῦτ' ἔστιν εὐποιΐαν, σωφρο σύνην, δικαιοσύνην, ἀνδρείαν, φρό νησιν, σοφίαν-»ἰδοὺ γὰρ ἄνθρω πος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσ ώπου αὐτοῦ»-ἵνα δυνηθῇς «ἀπηλ λάχθαι τοῦ ἀντιδίκου σου»· οἰκεῖος 35.202 μὲν γίνῃ τούτου, ἀλλότριος δὲ τοῦ θεοῦ, συνθήκην ποιούμενος μετὰ τοῦ ἀντιδίκου. Ἑστὼς οὖν ἐν τῇ ὁδῷ τῇ εἰπούσῃ· «Ἐγώ εἰμι ἡ ὁδός», «δὸς ἐργασίαν ἀπηλλάχθαι». Καλὴ δὲ ἡ λέξις ἡ «κατασύρῃ σε», ἵνα δείξῃ, ὅτι ἄκοντες ἑλκόμεθα, ὡς ἐπὶ καταδίκην μὴ θέλοντες πορεύ εσθαι. Κριτὴς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· πράκτωρ δὲ ὁ ἀφορισθεὶς ἑκάστῳ ἀνθρώπῳ ἄγγελος· 35.203 «λεπτὸν» δέ ἐστι τὸ ἐλάχιστον ἁμάρτημα, «κοδράντης» δέ, ὡς ὁ Ματθαῖός φησιν, τὸ πλῆθος τῶν ἁμαρτημάτων. 35.205 Μακάριος δὲ ὁ μηδὲν ὀφείλων ἤγουν ὁ μικρὰ ὀφείλων καὶ συγ γνώμης ἄξια. 35.206 διὰ τοῦτο δῶμεν εὐεργεσί αν ἀπηλλάχθαι τῷ ἀντιδίκῳ, ἵνα οἰκειω θῶμεν τῷ κυρίῳ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 37.209.10 Ἡ μὲν Βηθανία ἑρμηνεύεται «οἶ κος ὑπακοῆς», ἡ δὲ Βηθφαγὴ «σια γόνες», ἱερατικός τις ὢν τόπος· αἱ γὰρ σιαγόνες τοῖς ἱερεῦσιν ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ κύριος τοὺς ἀποστόλους λύσοντας «πῶλον δεδεμέ 37.210 νον, ἐν ᾧ οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν». ἀντὶ τοῦ· οὐδέποτε ἄνθρωπος λογικὸς ἐπεκάθισεν, ἢ Μωϋσέως λόγος ἢ Ἡσαΐου οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. Ὅτε δὲ ἦλθεν ὁ Χριστός, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς· «ἐάν τις ὑμᾶς ἐρωτᾷ· τί λύετε τὸν πῶλον, ἐρεῖτε, ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει». Παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἰησοῦς· «ἐάν τις», φησίν, «ὑμᾶς ἐρωτᾷ», καὶ οὐκ ὠνόμασε κύριον, ὁ δὲ εὐαγγελιστής φησιν, ὅτι «εἶπον οἱ κύριοι αὐτοῦ». Πολλοὶ γὰρ ἦσαν οἱ 37.211 κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ σωτῆρος, ἴσμεν δέ, ὅτι ὁ τοῦ κυρίου ἅπαξ γενόμενος οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν γὰρ τῇ κακίᾳ δουλεύῃ τις ἄνθρωπος, πολλῶν παθῶν δοῦλός ἐστιν. Λαμβάνουσι τοίνυν τὸν λόγον οἱ μαθηταὶ καὶ ἐπικαθίζουσιν αὐτὸν ταῖς ψυχαῖς τῶν ἀκουόντων· εἶτα ἐκδύονται τὰ ἱμάτια ἑαυτῶν «καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ». Ἐπίκειται οὖν ἡμῖν τὰ ἱμάτια τῶν ἀποστόλων, αἱ πράξεις αὐτῶν αἱ κα 37.212 λαὶ καὶ οἱ λόγοι κοσμοῦσι ἡμᾶς· θέλουσι δὲ οἱ μαθηταί, καὶ ἵνα πατῶμεν αὐτῶν τὰ ἱμάτια, τοῦτ' ἔστιν ἵνα ἐξετάζωμεν τοὺς ἀποστολικοὺς λόγους. Πότε δὲ ἡμεῖς σιωπῶμεν; Ὅταν «ψυγῇ ἡ ἀγάπη τῶν πολλῶν», ὅταν γένηται τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον· «ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρίσκει τὴν πίστιν ἐπὶ τῆς γῆς;» 38.214 Ζητῶ, μήποτε καὶ ἐνταῦθα ἐφ' ἡμᾶς ὁ κλαυθμὸς τοῦ κυρίου φθάνῃ. Ἡμεῖς γάρ ἐσμεν ἡ Ἱερουσαλὴμ ἡ κλαιομένη, οἱ διορατικώτεροι. Ἐὰν μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῖν τὰ μυστήρια τῆς ἀληθείας καὶ κηρυχθῆναι τὸν λόγον τῆς σωτηρίας ἁμαρτάνωμεν, κλαιόμεθα. Οὐδεὶς γὰρ ἐθνικὸς κλαίεται, κλαίεται δὲ ἡ τοιαύτη Ἱερουσαλήμ, ἐπειδήπερ «οἱ ἐχθροὶ» αὐτῆς ἁμαρτάνουσαν αὐτὴν περιέξουσι κυκλόθεν, αἱ ἀντικείμεναι δυνάμεις, καὶ περιβαλοῦσιν αὐτῇ «χάρακα» καὶ συνέξουσιν αὐτὴν «καὶ λίθον ἐπὶ λίθον οὐκ ἀφήσουσιν» ἐν αὐτῇ· ἐὰν γὰρ μετὰ πολὺν χρόνον σωφρονήσας τις ἢ ἄλλην ἀρετὴν ἐπιτηδεύσας νικηθῇ, καθαιρεῖται αὐτοῦ ἡ οἰκοδομή. 38.215 «Οὐ γὰρ μὴ μνησθῶ», φησί, «τῶν προτέρων δικαιοσυνῶν αὐτοῦ· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ, ἐν ᾗ καταλήψομαι αὐτόν, ἐν αὐτῇ κρινῶ αὐτόν». Οὐκ ἐκβάλλει τοὺς ἀγοράζοντας-ὁ γὰρ ἀγοράζων συλλαμβάνει τὸ ἀγοραζόμενον-ἀλλὰ τοὺς διὰ τὸ πωλεῖν ἀποδιδομένους τὰ ἴδια χρήσιμα καὶ λαμβάνοντας ἀντὶ αὐτῶν τὰ νενομισμένα εἶναι τίμια καὶ οὐ τὰ τίμια. Καὶ ἐπὶ τούτῳ ἐκβάλλει σε ἀπὸ τοῦ ναοῦ ὁ σωτήρ· ἐὰν γὰρ πωλῇς, ὅμοιος ἔσῃ τῷ ἀσώτῳ υἱῷ, ὃς ἔλαβε τὸν βίον τὸν πατρικὸν καὶ πάντα ἀπώλεσε· φοβοῦμαι μήποτε περί τινα εὑρεθῇ ἡμῶν τὸ πρᾶγμα τοῦτο.