1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

19

κύριος πρὸς Μωσῆν· περίθου τὸ κάλυμμα, -ἀλλ' ἰδὼν Μωσῆς, ὅτι οὐ δύναται ὁ λαὸς ἰδεῖν τὴν δόξαν αὐτοῦ, τότε ἐπετίθει τὸ «κάλυμμα ἐπὶ τὸ πρόσωπον», καὶ οὐ περιέμενεν θεὸν λέγοντα· περιελοῦ τὸ κάλυμμα, «ἡνίκα ἂν ἐπέστρεφεν πρὸς κύριον». 5.9 Τοῦτο οὖν γέγραπται, ἵνα καὶ σύ, τὸ κάλυμμα ἐπιτι θείς σου τῷ προσώπῳ διὰ τῶν τῆς ἀτιμίας καὶ τῶν τῆς αἰσχύνης ἔργων, αὐτὸς ἐργάσῃ καὶ τὸ περιαιρεθῆναι τὸ κάλυμμα· ἐὰν ἐπιστρέψῃς πρὸς κύριον, τότε περιαιρεῖς τὸ κάλυμμα, καὶ οὐκέτι ἐρεῖς τὸ «ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν». Οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον· διὰ τοῦτο εἰ θέλομεν προσευχόμενοι εἰπεῖν· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε», περιαιρῶμεν τὸ κάλυμμα καὶ ποιήσωμεν τὸ ἀποστολικὸν ἐκεῖνο τὸ «βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν». Ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα· ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῳ, <τῷ> ἡγε μονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. Οὐκ ἔστιν ὁ θεὸς ὁ ἀπο κρύπτων αὐτοῦ τὴν δόξαν ἀφ' ἡμῶν, ἀλλ' ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ. 5.10 «∆ιότι ἐναντίον τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.» Εἴθε καὶ ἡμεῖς λέγωμεν, ὡς οὗτοι κατὰ τὴν προσωποποιίαν τοῦ προφήτου, «ἡμάρτομεν». Οὐ ταὐτόν ἐστιν τὸ «ἡμάρτομεν» τῷ ἁμαρτάνομεν· ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτω «ἡμάρτομεν», ὁ δὲ προαμαρ τήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω «ἡμάρτομεν», ὡς καὶ ἐν τῷ ∆ανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων· «Ἡμάρτομεν, ἠνομήσαμεν», καὶ ἐν Ψαλμοῖς· «Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων» φησὶν ὁ προφήτης. Καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ' εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγενημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ' ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη· εἰ δὲ χθὲς ἡμάρ τομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν, οὐδὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. «∆ιότι ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεό τητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης»-ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομο λογήσεως, ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρ τάνειν-»ἀπὸ νεότητος» φησὶν «ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν»· ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος, εἶτα ἐπιστρέψαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ «ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν». Οὐδὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν· καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθα ρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν. 5.11 Ἐπὶ τούτοις περὶ τοῦ Ἰσραὴλ λέγει ὁ θεός· «Ἐὰν ἐπιστραφῇ Ἰσραὴλ πρός με, λέγει κύριος, καὶ ἐπιστραφήσε ται», τουτέστιν <ἐὰν> τελείως ἐπιστρέψῃ, καὶ ἐπιστρα φήσεται ἐπιστροφῇ, οἱονεὶ ἄρξηται ἐπιστρέφειν· εἶτά φησι· «καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιο σύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη.» Ἐὰν τάδε ποιή σωσιν, «εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη»· τίνα δὲ τάδε ποιή σωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; «Ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ.» Τί δὲ τὸ περιελεῖν «τὰ βδελύγματα ἐκ τοῦ στόματος»; Ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. Περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι «ἐν ἡμέρᾳ κρί σεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ». Εἴπερ οὖν θέλομεν ἀπαντῆ σαι ἡμῖν τὸ «καὶ