τοῖς πρὸ ἡμῶν· τοῖς ἔξω σαρκὸς λέγω. Μετὰ γὰρ τοῦ ἔχειν τὴν ἱστορίαν τὸν ἴδιον λόγον, οἷον τὸν παρ' ἡμῖν τοῖς ἀνθρώποις γενόμενον, ἔχει καὶ τὴν ἀναγωγὴν κατάλληλον ἐν τοῖς πρὸ ἡμῶν. ΚΕΦ. ΚΘʹ. Ἐγὼ ἐπὶ σὲ, Φαραὼ, βασιλεῦ Αἰγύπτου. Ὁ μὲν Φαραὼ ἦν μὲν ἀληθὴς ἄνθρωπος βασιλεὺς ταύτης τῆς Αἰγύπτου, τῆς παρὰ τὸν Νεῖλον ποταμόν· ὁ καὶ τοὺς υἱοὺς Ἰσραὴλ τότε θλίβων, καὶ τὰ βρέφη αὐτῶν πνίγων· ἐπεῖχε δὲ λόγον τοῦ διαβόλου· καὶ ἕκαστος δὲ βασιλεὺς ἱστορούμενος ὅμοιος τούτῳ, τινὸς διαβολι κῆς καὶ ἀποστατικῆς δυνάμεως ἐπέχει λόγον. Καὶ τοῦτο δηλοῖ τὸ, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸν δράκοντα τὸν μέγαν, τὸν ἐγκαθήμενον ἐν μέσῳ τῷ ποταμῷ Αἰ γύπτου, καὶ τὰ ἑξῆς. Ταῦτα δὲ οὐκ ἔχει λόγον αἰσθη τῶς ἐπ' ἀνθρώπου λέγεσθαι. Τὸν λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί. Οὐ μόνον λέγει, Οἱ ποταμοὶ ἐμοί εἰσι, κἀγὼ ἐποίησα αὐτοὺς, ἀλλὰ καὶ Κύριον ἐγκαθῆσθαι ἐν μέσῳ ποταμῶν αὐ τοῦ· οἵτινές εἰσιν ἐκ κοιλίας τῶν συλλαβόντων αὐ 13.824 τοὺς, ἱκανοὶ ἐν ψευδολογίᾳ, ἐκπορευομένων εἰς θά νατον αἰώνιον τῶν ποτιζομένων ἀπ' αὐτῶν· οὓς, ἵνα μὴ πίνωνται, μεταβάλλει ὁ Θεὸς εἰς αἷμα, καὶ οὐ γέ γραπται, ὅτι ἀποκατέστησεν αὐτοὺς εἰς ὕδωρ. Καὶ ἐγὼ δώσω παγίδα εἰς τὰς σιαγόνας σου. Παγίδας βάλλει ὁ Θεὸς εἰς τὰς σιαγόνας τοῦ δράκον τος, ἵνα, φιμώσας αὐτοῦ τὸ στόμα, καταργήσῃ δυσ σεβῆ διδασκαλίαν, καὶ ἀνάξῃ ἀπὸ τῆς ὑγρᾶς εἰς τὴν ξηράν. Καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου. Ἰχθύες τοῦ ἐν Αἰγύπτῳ εἰσὶ ποταμοῦ οἱ ἐν Αἰ γυπτίοις καὶ σωματικοῖς παθήμασι διαζῇν δοκοῦντες. Οὗτοι γὰρ προσκολλῶνται ταῖς πτέρυξι τοῦ δράκον τος, καὶ ταῖς λεπίσιν αὐτοῦ, κλυδωνιζόμενοι καὶ πε ριφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων. Τοῦ αὐτοῦ. Ἰχθύες εἰσὶ κολλώμενοι εἰς τὰς πτέ ρυγας τοῦ νοητοῦ Φαραὼ, τοῦ ἐν μέσῳ τῶν τῆς κα κίας ποταμῶν, οἱ μαθητεύοντες τῇ κακίᾳ, καὶ ποτι ζόμενοι ἐκ τοῦ Αἰγυπτιακοῦ ὕδατος, καὶ συνενούμε νοι τῷ δράκοντι ἐν τῇ ὑγρᾷ ἕξει, καὶ ὑπὸ τὴν ἐξου σίαν αὐτοῦ γινόμενοι. Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη. Ὁ μὴ ἐπερειδόμενος ῥάβδῳ ἐκ τῆς ῥίζης Ἰεσσαὶ, μηδὲ παι δευόμενος ῥάβδῳ ᾖ ἐπισκέπτεται ὁ Θεὸς ἀνομίαν υἱῶν ∆αυῒδ, μηδὲ ἀποστολικῇ ῥάβδῳ νουθετούμενος, ἀλλὰ λόγοις ψευδέσι καὶ διακένοις ἐπερειδόμενος, ἐπερείδεται ῥάβδῳ καλαμίνῃ, τῷ δράκοντι τῷ Φαραώ. Καὶ ἀπολῶ ἀπὸ σοῦ ἄνθρωπον καὶ κτήνη. Ὡς ὁ Θεὸς ἔχει ἀνθρώπους καὶ κτήνη, οὓς σώζει· οὕτως καὶ ὁ δράκων ὁ Φαραώ· οὓς ἀπολλύει ὁ Θεὸς, οὐχ ἁπλῶς, ἀλλ' ἀπὸ τοῦ δράκοντος. Ἢ τάχα οἱ αὐτοί εἰσι σωτηρίαν ταύτην λαμβάνοντες, τῷ μηδέτι εἶναι τοῦ δράκοντος Φαραώ. ΚΕΦ. Λʹ. Πέρας ἐθνῶν ἔσται. Πέρας ἐθνῶν ἐστι Κυρίου χεὶρ ἐπὶ πᾶσαν Αἴγυπτον καὶ Αἰθιοπίαν· καὶ τὰ μὲν πρὸς ἀνθρώπους ἐπὶ Αἰγυπτίους λέγεται, τὰ δὲ πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοὺς Αἰθίοπας. Καὶ ἥξει ἡ μάχαιρα ἐπὶ Αἰγυπτίους. Αἴγυπτος ἐν πολλοῖς νοεῖται ἐπὶ τοῦ κόσμου τούτου, τοῦ ἀν θρωπίνου καὶ τοῦ ἐπιγείου τούτου, ἐξ οὗ ἐξίασιν οἱ ἀληθινοὶ Ἰσραηλῖται, καὶ ὁδεύουσιν ἐπὶ τὴν ἁγίαν γῆν. Καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. Καταστρέφει ὁ Θεὸς τὰ θεμέλια Αἰγύπτου ὡς ἀγαθὸς ἵνα μηδὲν μείνῃ Αἰγύπτιον οἰκοδόμημα· τὴν ἁμαρτίαν λέγω. Ὁ γὰρ Λόγος ἐκριζοῖ καὶ κατασκάπτει, καὶ ἀπολλύει τὴν κακίαν, καὶ οἰκοδομεῖ τὴν ἀρετήν. Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμικτοι τῶν υἱῶν τῆς διαθήκης μου ἐν τῇ μαχαίρᾳ πεσοῦνται. Τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ' ὃν δεῖ τρόπον 13.825 μοχθηρόν; Θεοῦ καὶ μόνου παρασχεῖν τὸν περὶ πάντων ἀληθῆ λόγον. Ἐρευνῶν τὸν ἐγκείμενον νοῦν τῇ Γραφῇ, αἴτει παρὰ Θεοῦ φωτισμόν. Ἀπὸ Μαγδωλοῦ ἕως Συήνης μαχαίρᾳ πεσοῦνται. Μαγδωλά ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ἐπὶ τὰ ὧδε· Συήνη δὲ ἡ ἐσχάτη τῆς Αἰγύπτου, πλησίον εὐθὺ τῶν Αἰθιόπων. Οἱ Αἰγύπτιοι δὲ σύμβολόν εἰσι τῶν ἐν ἁμαρτίαις βιούντων ἀνθρώπων. Αἴγυπτος δὲ κόσμος ἐστὶν ὁ ἐν τῷ πονηρῷ κείμενος, ἢ κατάστασις τῆς κακίας. Συήνη δὲ καὶ Μαγδωλὰ ὅριά ἐστι τῆς Αἰγύπτου. Οἱ ἐν Συήνῃ οὖν οὗτοί εἰσιν οἱ ἐν τῇ ἀρχῇ τῆς κακίας ὄντες ἄνθρωποι, οἱονεὶ ἐν τῇ εἰσόδῳ αὐτῆς. Πλὴν ὅμως πάντας τοὺς