1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

20

κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς. Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲν αἰσχύνονται, ἀλλ' ἀδεῶς ἅπαντα τολμῶσιν καὶ πράττουσιν κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν· οὕτω καὶ οἱ τῆς ἀπογνώσεως τῇ παραφροσύνῃ ληφθέντες ἀφόρητοι λοιπόν εἰσιν, πανταχοῦ τῆς κακίας διατρέχοντες, κἂν μὴ θάνατος αὐτοὺς ἐπελθὼν κωλύσῃ τῆς μανίας ἐκείνης καὶ τῆς φορᾶς, μυρία ἑαυτοὺς ἐργάζονται δεινά. ∆ιὰ τοῦτο παρακαλῶ πρὶν σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἐμοὶ μὲν γὰρ εὐκολώτερον εἶναι φαίνεται τὸ πάντων ὁμοῦ τῶν κατεχόντων ἀποσπασθέντα σχοινίων μεταθεῖναι ἑαυτὸν εἰς τὸ τῆς μετανοίας γυμνάσιον. Εἰ δέ σοι τοῦτο δύσκολον εἶναι δοκεῖ, ὡς ἂν ἐθέλῃς, ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ναί, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παρρησίας ἐκείνης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδωμεν τῆς αὐτῆς. Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλήν, τῶν καταπιπτόντων, τῶν γινομένων ῥᾳθυμοτέρων, τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν. Νῦν μὲν γὰρ κατήφεια τὸν τῶν ἀδελφῶν ἔχει χορόν, ἡδονὴ δὲ καὶ εὐθυμία τὰ τῶν ἀπίστων συνέδρια καὶ κωμῳδήματα τὰ τῶν νέων ῥᾳθυμότερον διακειμένων. Ἂν δὲ ἐπανέλθῃς πάλιν ἐπ' ἐκείνην τοῦ βίου τὴν ἀκρίβειαν, τοὐναντίον γενήσεται καὶ ἡ μὲν ἡμετέρα αἰσχύνη εἰς ἐκείνους μεταστήσεται πᾶσα, ἡμεῖς δὲ ἐν παρρησίᾳ ἐσόμεθα πολλῇ, μετὰ πλείονος λαμπρότητος στεφανούμενόν σε καὶ ἀνακηρυττόμενον ὁρῶντες πάλιν. Μείζονα γὰρ αἱ τοιαῦται νῖκαι φέρουσι καὶ τὴν εὐδοκίμησιν καὶ τὴν ἡδονήν. Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐγκείμενος, εἴ ποτέ τις τοιούτοις περιπέσοι κακοῖς, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν.

18 Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτο, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦσαι καὶ τὸ κατέχον ἡμᾶς διά σε τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακά, τὰς σὰς θρηνοῦμεν συμφοράς· ἂν δὲ ἐθελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι καὶ τῆς πολιτείας ἐπιλαβέσθαι τῆς ἀγγελικῆς, καὶ τούτου τοῦ πένθους ἀπαλλάξεις ἡμᾶς καὶ τῶν ἡμετέρων ἁμαρτημάτων ὑπομνήσεις. Ὅτι γὰρ ἔστιν τοὺς ἐκ μετανοίας πάλιν ἐπανελθόντας λάμψαι μέγα καὶ φαιδρὸν καὶ πλέον πολλάκις τῶν μηδὲ πεσόντων τὴν ἀρχήν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασιλείαν κληρονομοῦσιν τῶν οὐρανῶν, οὕτω πολλοὶ τῶν ἐσχάτων πρὸ τῶν ἔμπροσθεν τιθένται. Ἐρῶ δέ σοι καὶ τὰ ἐφ' ἡμῶν γεγενημένα καὶ ὧν δυνήσῃ καὶ αὐτὸς γενέσθαι μάρτυς. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν καὶ χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον καὶ ἐδόξαζον τὸν θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς πολλῷ, καὶ προγόνους ἔχων λαμπροὺς καὶ σφόδρα ἔτι νέος ὤν, οὕτως ἐξαίφνης ἅπασαν τοῦ βίου τὴν φαντασίαν καταπατήσας πρὸς τὸ ὕψος ἀνέδραμεν τὸ ἀληθινόν. Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες, κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα