38.216 Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; 39.217 Ἐρωτῶσι τοίνυν· «ἐν τῇ ἀναστάσει», πάντων ἀνισταμένων, «τίνος αὐτῶν ἔσται γυνή», οἰόμενοι αὐτὸν εἰς ἀπορίαν ἐμβαλεῖν. 39.218.10 Πρὸς τούτοις ἀναγινώσκοντές τινες τὰ προφητικὰ πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς-φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου· «οἱ ἔκλεκτοί μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν», καὶ ἐν τῷ ∆ευτερονομίῳ ἐν ταῖς εὐλογίαις· «εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου»· -ὑπολαμβάνοντες «ἐν τῇ ἀναστάσει τῶν νεκρῶν» ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. 39.219 ∆ιὰ τοῦτο σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις ἔλεγεν ὁ σωτήρ· «πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς». Ὑψηλότερον δέ· ἐγένετο ἐν ἀρχῇ ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, «κατ' εἰκόνα θεοῦ», ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα «χοϊκήν»· 39.220 ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ «κοσμοκράτορος» τὴν εἰκόνα αὐτοῦ φορεῖ· ἣν παραινεῖ ὁ σωτὴρ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ' ὁμοίωσιν τῷ θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν· «ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ 39.221 τὴν εἰκόνα τοῦ ἐπουρανίου». Τοῦτο οὖν δηλοῖ τό· «ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». Αἰτεῖ δὲ παρ' ἡμῶν, οὐχ ὅτι χρείαν ἔχει τινός, ἀλλ' ἵνα ἡμῖν ἀντιχαρίσηται τὰ αὐτοῦ. Ὁ γὰρ τὴν μνᾶν δεκαπλασιάσας καὶ προσενέγκας τῷ δεδωκότι κυρίῳ, ἀπολαμβάνει σὺν ταῖς τοσαύταις καὶ ἑτέραν· ἐκείνου γὰρ τοῦ μὴ πολυπλασιάσαντος τὴν μνᾶν κελεύει ἀφαιρεθῆναι καὶ δοθῆναι τῷ ἔχοντι τὰς δέκα μνᾶς. 39.222 «Ἄρατε οὖν, φησὶν τοῖς παρεστῶσιν, «ἀπ' αὐτοῦ τὴν μνᾶν», καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι»· ἀντιχαρίζεται γὰρ ἡμῖν ὁ θεὸς τὰ ἀγαθὰ μετὰ προσθήκης.