1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

21

ἀγγέλοις. ἐμοῦ δ', ὅπως ἔχει τις, οὐ βλάψει βίον, ἀλλ' οὐδ' ὀνήσει. συσταλήσομαι θεῷ. γλῶσσαι δέ μοι ῥείτωσαν ὡς αὖραι κεναί. καὶ τῶν κόρος μοι πολλὰ μὲν δυσφημίαις βληθέντι, πολλὰ δ' ἐξόχοις εὐφημίαις. ζητῶ τιν' οἰκεῖν ἐκ κακῶν ἐρημίαν, οὗ μοι τὸ θεῖον νῷ μόνῳ ζητούμενον ἐλπίς τε κούφη τῶν ἄνω γηροτρόφος. ἐκκλησίαις δὲ τί δώσομεν; τὸ δάκρυον. εἰς τοῦτο γάρ με καὶ συνήγαγεν θεός πολλαῖς ἑλίσσων τὴν ἐμὴν ζωὴν στροφαῖς- ἣ ποῖ προβήσετ'; εἰπέ μοι, θεοῦ λόγε· εἰς τὴν ἄσειστον εὔχομαι κατοικίαν, ἔνθα τριάς μου καὶ τὸ σύγκρατον σέλας, ἧς νῦν ἀμυδρῶς ταῖς σκιαῖς ὑψούμεθα.