1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

21

ἐπανήγαγον. Καὶ πάντα ῥίψας πάλιν ἐκεῖνα, ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν καὶ ἵππῳ ὀχούμενος καὶ ἀκολούθους ἔχων πολλούς, οὕτω περιῄει τὴν πόλιν πᾶσαν. Εἶτα τί; Καὶ οὐδὲ σωφρονεῖν ἤθελεν λοιπόν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς καὶ εἰς ἔρωτας ἐμπίπτειν ἀτόπους ἠναγκάζετο· καὶ οὐδὲ εἷς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις οὐ τὴν σωτηρίαν ἀπηγόρευσεν τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχεν κολάκων ἑσμός, καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτεν καὶ οὐδὲ τοῖς αὑτοῦ πράγμασιν χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολ λάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδέν τι τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν θεὸν ὁπλιζομένους ἐλπίσιν, παρατηροῦντες αὐτὸν συνεχῶς εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσῄεσαν καὶ ἠσπάζοντο. Καὶ τὸ πρῶτον ἐκεῖνος ἄνωθεν αὐτοῖς ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο οὐδέν, εἰς ἓν δὲ ἑώρων μόνον, ὅτι πῶς τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν διὰ τῆς καρτερίας καὶ ἤνυσαν. Ὕστερον γὰρ ὥσπερ ἔκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρίαν ἐρυθριάσας, εἴ ποτε αὐτοὺς πόρρωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως καὶ κάτω νεύων, οὕτω μετὰ σιγῆς τὰ παρ' ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδῶ καὶ τιμὴν ἐπεδείκνυτο. Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψεν νῦν, ὡς τὸν πρότερον αὐτοῦ βίον, τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμενον, μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν· καὶ νῦν τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζων ὁδόν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασεν τῆς ἀρετῆς.

19 Ἀλλ' οὗτος μὲν ἔτι νέος ὢν καὶ κατέπεσεν καὶ ἀνέστη, ἕτερος δέ τις μετὰ τοὺς πολλοὺς ἱδρῶτας, οὓς ἐν ταῖς ἐρημίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον καὶ ἀγγελικὸν βίον βιούς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπόν, οὐκ οἶδ' ὅπως, ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι, μικρὸν πάροδον δοὺς τῷ πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν τῶν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐ κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ' ἀφορμήν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τοῦ τὴν ἐπιθυμίαν πληρῶσαι. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικὼς μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤσῃ κακόν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονός, φανερῶς ἀναισχυντήσας λοιπόν, ἀπεκάλυψεν τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγεν πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυεν κωλύων ἐκεῖνος, τέλος ἀφῆκεν καὶ πόρρωθεν ἀκολουθῶν ἐπετήρει τί ποτε ἄρα αὐτῷ βούλεται ἡ τοιαύτη κάθοδος. Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσίν, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσεν τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αἰσχυνθεὶς ἐπλήγη τε εὐθέως τὴν ψυχὴν καὶ κατανυγεὶς ἐπὶ τοῖς