1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

21

προφητῶν, καὶ ἁπαξαπλῶς ἑκάστου τῶν γεγραμμένων, καὶ σπείρῃ, παραβαίνει τὴν λέγουσαν ἐντολὴν πρῶτον «νεώσατε ἑαυτοῖς νεώματα», δεύτερον «καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις». Ἀλλὰ ἐρεῖ τις τῶν ἀκουόντων· ἐγὼ οὐ διδάσκω, οὐχ ὑπόκειμαι ταύτῃ τῇ ἐντολῇ. Καὶ σὺ γεωργὸς γενοῦ σεαυ τοῦ, καὶ μὴ σπείρῃς ἐπ' ἀκάνθαις, ἀλλὰ νέωμα ποίησόν μοι τὸ χωρίον, ὃ πεπίστευκέν σοι ὁ θεὸς τῶν ὅλων· κατανόη σον τὸ χωρίον, ἴδε ποῦ εἰσιν ἄκανθαι, ποῦ «μέριμναι βιωτικαὶ καὶ πλούτου <ἀπάτη καὶ> φιληδονία»· καὶ κατα νοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογι κὸν ἄροτρον, περὶ οὗ ὁ Ἰησοῦς φησιν τὸ «οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ»· ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθα ρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾖ παλαιά, ποίησον αὐτὴν νέαν «ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν». Ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδα σκόντων, λάβε σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προφητῶν, ἀπὸ τῶν εὐαγγελικῶν γραφῶν, <ἀπὸ τῶν> ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖ ρον τὴν ψυχὴν διὰ τῆς μνήμης καὶ τῆς μελέτης. Αὐτό ματα ταῦτα δόξει ἀνατέλλειν· τὸ <δ'> ἀληθὲς οὐκ αὐτὰ ἀνατελεῖ μετὰ τὴν μνήμην αὐτῶν, ἀλλ' ὁ θεὸς αὐτὰ αὐξήσει· «Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξησεν.» Καὶ εἴ τίς γε δεδύνηται κατανοῆσαι τὰς γραφάς, οὗτος πεποίηκεν νέωμα καὶ ποιήσας νέωμα ἔσπειρεν οὐκ ἐν ἀκάνθαις. Ταῦτα τὰ σπέρματα οἰκονομεῖται ὑπὸ θεοῦ οὐκ αἰφνίδιον γενέσθαι στάχυς, <ἀλλ'> ὡς ἐν τῷ κατὰ Μάρ κον εὐαγγελίῳ «πρῶτον χόρτος, εἶτα στάχυς», εἶτα ἕτοιμον γίνεται «πρὸς «θερισμόν»»· ὅταν γένηται ἕτοι μον πρὸς θερισμόν, ἐλεύσονται οἱ ἐπὶ τὸν θερισμὸν ἐξαποστελ λόμενοι· ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται πρὸς οὓς ὁ λόγος φησίν· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισ μὸν ἤδη.» Φησὶν οὖν ἡμῖν· «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις», ἐὰν δὲ πρὶν καθάρῃς σου τὴν ψυχὴν ἔτι ἔχων ἀκάνθας προσίῃς τῷ διδάσκειν ἢ δυνα μένῳ ἢ νομιζομένῳ ἢ ἐπαγγελλομένῳ καὶ αἰτῇς μαθήματα καὶ σπέρματα πνευματικά, παραβαίνεις τὴν λέγουσαν ἐντο 5.14 λήν· «μὴ σπείρετε ἐπ' ἀκάνθαις»· καὶ ἑξῆς τούτῳ λέγεται· «Περιτμήθητε τῷ θεῷ <ὑμῶν>, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» «Περιτμήθητε τῷ θεῷ ὑμῶν»· ἀναγκαίως πρόσκειται τὸ «περιτμήθητε τῷ θεῷ ὑμῶν», νοήσεις δὲ αὐτὸ ἀπὸ τοῦ παραδείγματος τοῦ αἰσθητοῦ. Περιτέμνονται, κατὰ τὸ αἰσθητὸν λέγω, οὐ μόνον οἱ ἐκ περιτομῆς κατὰ τὸν Μωσέως νόμον, ἀλλὰ καὶ ἄλλοι πολλοί. Τῶν Αἰγυπτίων εἰδώλοις οἱ ἱερεῖς περι τέμνονται, ἀλλ' ἐκείνη ἡ περιτομὴ εἰδώλοις περιτομή ἐστιν καὶ οὐκ ἔστιν «τῷ θεῷ» γινομένη περιτομή· ἡ δὲ Ἰουδαίων τάχα, πάντως δὲ τότε, «τῷ θεῷ» ἐγίνετο. Ἐὰν οὖν λέγῃ ὁ λόγος· «Περιτμήθητε τῷ θεῷ ὑμῶν», νοήσας τὸ ῥητὸν μετάβηθι καὶ ἐπὶ τὴν τροπολογίαν, ἵνα εὕρῃς πῶς τῶν περιτεμνομένων τροπολογικῶς-ὥστ' ἂν εἰπεῖν τάχα τινὰς αὐτῶν· «Ἡμεῖς ἐσμεν ἡ περιτομή»-οἱ μὲν περι τέμνονται τῷ θεῷ, οἱ δὲ περιτέμνοναι μέν, οὐ τῷ θεῷ δέ. Εἰσὶν δὲ καὶ ἄλλοι λόγοι παρὰ τὸν λόγον τὸν τῆς ἀληθείας, παρὰ τὸν λόγον τὸν τῆς ἐκκλησίας· περιτέμνονται τὰ ἤθη καὶ τὴν καρδίαν ὥς τε εἰπεῖν σωφρονίζουσιν οἱ φιλοσο φοῦντες, σωφρονίζουσιν οἱ ἀπὸ τῶν αἱρέσεων καὶ γίνεται αὐτοῖς περιτομή, ἀλλὰ περιτομὴ μέν, οὐ τῷ θεῷ δέ· περι τομὴ γὰρ λόγῳ ψευδεῖ παρ' ἐκείνοις γίνεται· ὅταν δὲ κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, κατὰ τὴν πρόθεσιν τῆς ὑγιοῦς διδασκαλίας κοινωνικὸς ᾖς, οὐ περιτέτμησαι μόνον, ἀλλὰ περιτέτμησαι «τῷ θεῷ». «Περιτμήθητε» οὖν «τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» Τίς ταῦτα οὐ παρέρ χεται ὡς σαφῆ; Οὐκοῦν ἔστιν τις ἀκροβυστία τῆς καρδίας καὶ ταύτην δεῖ περιτέμνεσθαι. Ὁ ἀκριβώσας τὸν λόγον τοιαῦ τα ζητῶν ἐν τῷ τόπῳ ἐξετάσει· ἡ ἀκροβυστία συγγεννᾶται, ἡ περιτομὴ