τε ὕπνος ἄκροις αὐτοῦ τοῖς ὄμμασιν ἐφιζάνων ταχέως ἀφίπτατο, καὶ πάντα συνεπεπτώκει αὐτῷ τὰ δυσχερῆ, ἤθους τραχύτης, γνώμη δυσάρεστος, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ, μὴ γνωριζό μενα πρότερον· εὐπρόσιτος γοῦν τὸν ἐκ πρώτης ἡλικίας βίον τυγχάνων, τότε δυσπρόσιτός τε ὁμοῦ καὶ δυσπρόσοδος ἐγεγόνει· ὅ τε γὰρ γέλως αὐτὸν ἀπέλιπε καὶ ἡ τῆς ψυχῆς χάρις καὶ τὸ γλυκὺ τοῦ ἤθους, καὶ οὔτε τινὶ τῶν πάντων ἐπίστευεν, οὔτε αὐτὸς ἐδόκει τοῖς ἄλλοις, ἀλλ' ἑκάτεροι ὑπώ πτευόν τε καὶ ὑπωπτεύοντο· τὸ δέ γε ἀφιλότιμον τότε μᾶλλον αὐτῷ ἐπετάθη· ἀνελευθέρους γοῦν ἐποιεῖτο τὰς τῶν χρημάτων διανεμήσεις, καὶ πρὸς πᾶσαν μὲν ἱκεσίαν ἐχαλέ παινεν, πρὸς πᾶσαν δὲ φωνὴν ἐλεεινὴν ἐτραχύνετο· πονήρως δὲ ἄγαν τοῦ σώματος ἔχων, ὅμως οὔτε τῶν συνή θων ἠμέλει, οὔτε τὰς βασιλείους πομπὰς ἐν μηδενὶ λόγῳ ἐτίθετο, ἀλλὰ καὶ στολαῖς κατελαμπρύνετο χρυσοπάστοις καὶ τὸν ἄλλον κόσμον ἠμφίεστο, ὥσπερ ἀχθοφορῶν ἐν ἀσθε νεῖ σώματι, δυσχερῶς τε ἐπανέστρεφεν καὶ πλέον εἶχε κακῶς. 3.25 Ἐγὼ γοῦν πολλάκις ἐθεασάμην οὕτως ἐν ταῖς πομπαῖς ἔχοντα, οὐκ ἀκριβῶς ἑκκαιδεκέτης τὴν ἡλικίαν ὢν, βραχύ τι τῶν νεκρῶν διαφέροντα· ὅλον γὰρ αὐτῷ ἐξῳδήκει τὸ πρόσωπον, καὶ τὸ χρῶμα οὐδέν τι κάλλιον εἶχε τῶν τρι ταίων περὶ τὰς ταφάς· ἀπέπνει τε πυκνῶς, καὶ βραχύ τι προβαίνων αὖθις ἵστατο· τῶν δὲ περὶ τὴν κεφαλὴν αὐτῷ τριχῶν αἱ μὲν πλείους ὥσπερ ἀπὸ νεκροῦ σώματος ἐπεπτώ κεισαν, βραχεῖαι δέ τινες καὶ ψιλαὶ ἠτάκτουν περὶ τὸ μέτωπον, τῷ ἐκείνου, οἶμαι, συγκινούμεναι πνεύματι. Τοῖς μὲν οὖν ἄλλοις ἀπέγνωστο, ὁ δὲ οὐ πάνυ τι δυσέλπιστος ἦν, ἀλλ' ἰατρικαῖς τέχναις ἑαυτὸν ἐδεδώκει, κἀκεῖ τὴν σωτη ρίαν ἑαυτῷ ἐμνηστεύετο. 3.26τ Περὶ τοῦ θανάτου τοῦ βασιλέως. Εἰ μὲν οὖν ἐδεδράκεισάν τι περὶ αὐτὸν τῶν ἀτοπωτάτων αὐτή τε ἡ ἐρωτικὴ συζυγία καὶ οἱ τοῦ πράγ ματος κοινωνοὶ, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι· οὐ γὰρ ῥᾳδίως οἶδα καταγινώσκειν ὧν οὔπω κατάληψιν εἴληφα· τοῖς δὲ ἄλλοις κοινὸν τοῦτο τέθειται ὁμολόγημα, ὡς τὸν ἄνδρα πρότερον φαρμάκοις καταγοητεύσαντες, μετὰ ταῦτα καὶ ἑλλέβορον ἐκεράσαντο· καὶ οὐ περὶ τούτου νῦν διαμφισβητοῦμαι, ἀλλ' ὅτι ἡ τοῦ θανεῖν αἰτία ἐκεῖνοι γεγόνασιν. Εἶχε ταῦτα, καὶ τὰ προτέλεια τῆς κοινῆς ἡμῶν ἀναστάσεως ἐτελεῖτο τῷ βασι λεῖ, ὁμοῦ τε ὡς ἐς αὔριον εἰς τὴν πάνδημον πανήγυριν προελευσόμενος ηὐτρεπίζετο· ἄπεισι γοῦν πρὸ ἡμέρας βαλανείοις χρησόμενος αὐτόθι που περὶ τὰ βασίλεια, οὔτε χειραγωγούμενος ἔτι, οὔθ' ὑπόγυος πρὸς τὸν θάνατον ὤν· διαπρεπῶς γοῦν ἀνῄει ἀλειψόμενος καὶ λουσόμενος καὶ καθαρσίοις περὶ τὸ σῶμα χρησόμενος. Εἴσεισι γοῦν τὸ λου τρὸν, καὶ κεφαλὴν πρῶτα διαρρυφθεὶς, εἶτα δὴ καὶ τὸ σῶμα καταντληθεὶς, ἐπειδὴ ἐρρωμένως εἶχε τοῦ πνεύματος, τῇ κολυμβήθρᾳ ἑαυτὸν ἐπιδίδωσιν, ἥτις μέσον ὀρώρυκται· καὶ τὰ μὲν πρῶτα ἡδέως τῷ ὕδατι ἐπενήχετο καὶ ἐλαφρῶς ἐπέπλει, ἀναφυσῶν ὡς ἥδιστα καὶ ἀναψυχόμενος, ἔπειτά τινες καὶ τῶν περὶ ἐκεῖνον εἰσῄεσαν ὑπερείσοντες ἐκεῖνον καὶ ἀναπαύσοντες· οὕτω γὰρ ἔδοξεν· ἀλλ' εἴ τι μὲν εἰσελ θόντες περὶ τὸν αὐτοκράτορα παρηνόμησαν, οὐκ ἔχω εἰπεῖν ἀκριβῶς. Φασὶ γοῦν οἱ καὶ τἄλλα πρὸς τοῦτο συνείροντες, ὅτι ἐπειδὴ τὴν κεφαλὴν εἰς τὸ ὕδωρ καθῆκεν ὁ αὐτοκράτωρ, τοῦτο γὰρ εἴθιστο ποιεῖν, συμπιέσαντες αὐτοῦ τὸν αὐχένα ἐπέσχον ἐπὶ χρόνον πολὺν, εἶτ' ἀφέντες ἐξεληλύθεσαν· τὸν δὲ τὸ πνεῦμα κουφίσαν ἄπνουν σχεδὸν ἐπεδείκνυ τοῖς ὕδασιν ὥσπερ φελλὸν ἀλόγως ἐπισαλεύοντα· ὡς δὲ βραχύ τι ἀνα πνεύσας ἔγνω ὅπη κακοῦ ἐτύγχανεν ὢν, τὴν χεῖρα προτείνας ἐδεῖτο τοῦ συλληψομένου καὶ ἀναστήσοντος. Εἷς γέ τοι ἐλεήσας τοῦτον καὶ τοῦ σχήματος, τὰς χεῖρας ὑποτείνας καὶ ἐναγκαλισάμενος ἀνιμήσατο, καὶ διαβαστάσας ὡς εἶχεν ἐπὶ τῆς στρωμνῆς ἀθλίως κατέθετο. Καὶ βοῆς ἐπὶ τοῦτο γενομένης, ἄλλοι τέ τινες παρῆσαν καὶ ἡ βασιλὶς αὐτὴ ἀδο ρυφόρητος, ὡς ἐπὶ πένθει δεινῷ· καὶ ἰδοῦσα αὖθις ἀπῆλθε, τὸ πιστὸν