1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

22

ἐπίκτητός ἐστιν, καὶ ὅπερ ἐκ γενέσεως ἐλή λυθεν, τοῦτο περιαιρεῖ ἡ περιτομή· εἰ τοίνυν περιαιρεῖ σθαι κελεύει ὁ λόγος «τὴν ἀκροβυστίαν τῆς καρδίας», ὀφείλει τι εἶναι συγγεγεννημένον τῇ καρδίᾳ, ὃ λέγει ἀκρο βυστίαν, ὅπερ περιαιρεθῆναι δεῖ, ἵνα τις περιτετμῆται «τὴν ἀκροβυστίαν τῆς καρδίας». Ἐάν τις νοήσῃ τὸ «ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί», ἐάν τις νοήσῃ «τὸ σῶμα τῆς ταπεινώσεως» ἐν ᾧ γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ «οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ· ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ», ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν. 5.15 Ἵνα δὲ κατὰ τὸ ἁπλούστερον παράδειγμα λεχθῇ δυνά μενον προσαγαγεῖν ὑμᾶς τῷ ἰδεῖν «τὴν ἀκροβυστίαν τῆς καρδίας», παραθήσομαι ὅτι κατὰ τὴν πρώτην ἡλικίαν ψευδο δοξίαι πάντως γίνονται ἐν τῇ ψυχῇ· οὐ γὰρ οἷόν τέ ἐστιν ἀρχῆθεν ἀληθῆ δόγματα <καὶ> καθαρὰ λαβεῖν τὸν ἄνθρωπον· προενοήσατο δὲ ὁ θεῖος λόγος ἱστορίας καὶ γραφῆς τῆς κατὰ τὸ ῥητόν, ἵνα θρέψῃ τὸν κατὰ σάρκα γεγεννημένον τῷ Ἀβραὰμ ἐν τοῖς κατὰ σάρκα πρῶτον λόγοις καὶ γένηται πρῶτος «ὁ ἐκ τῆς παιδίσκης», εἰς τὸ δυνηθῆναι μετὰ τοῦτον γεννη θῆναι τὸν «τῆς ἐλευθέρας» καὶ τὸν «διὰ τῆς ἐπαγγε λίας». Εἰ νενόηται τοῦτο διὰ τί παρελήφθη, δύναται νοεῖ σθαι ἡ ἀκροβυστία τῆς καρδίας προγινομένη τῆς περιτο μῆς. Χρεία οὖν ἡμῖν τὸν λόγον παραλαβεῖν τὸν καθαίροντα τὰ δόγματα καὶ περιαιροῦντα πάντα τὰ γενόμενα κατὰ ψευδοδοξίαν ἐν ἡμῖν. Τοῦτο οὖν ἐστιν τὸ ἀποθέσθαι τὴν ἀκροβυστίαν τῆς καρδίας ἡμῶν· εἰ γὰρ καρδία ἐστὶν ἔχουσα καθ' ἡμᾶς τὸ ἡγεμονικόν, ἔνθα ἐστὶν τὰ νοήματα, ὅθεν οἱ «διαλογισμοὶ ἐξέρχονται οἱ πονηροί», ὁ περιαιρού μενος τοὺς διαλογισμοὺς τοὺς πονηροὺς «τὴν ἀκροβυστίαν τῆς καρδίας» περιαιρεῖται, ὁ ἀποτιθέμενος τὴν ψευδοδοξίαν περιτέτμηται «τὴν ἀκροβυστίαν τῆς καρδίας» αὐτοῦ καὶ γίνεται «ἀνὴρ Ἰούδα» καὶ «κατοικῶν Ἱερουσαλήμ», καθαρῶς περιτεμνόμενος. Ἐὰν δέ τις μὴ ἀποθῆται «τὴν ἀκροβυστίαν τῆς καρδίας» αὐτοῦ, ἴδωμεν τί ἀπειλεῖ αὐτῷ ὁ λόγος· «Μή πως ἐξέλθῃ» φησὶν «ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.» Ἐξέρχεται οὖν ὡς πῦρ ὁ θυμὸς τοῦ κυρίου ἐπὶ τοὺς μὴ περιτμηθέντας τῷ θεῷ, ἐπὶ τοὺς μὴ ἀποθεμένους «τὴν ἀκροβυστίαν τῆς καρδίας» αὐτῶν, «καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων» αὐτῶν. Τὸ πῦρ ἐκεῖνο ὕλην ἔχει τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν· ὅπου οὐκ ἔνι πονηρία ἐπιτηδευμά των, οὐκ ἔχει τὸ πῦρ ὅπου νεμηθῇ· ὅτι δὲ ἡ ὕλη ἐκείνου τοῦ πυρὸς ἡ πονηρία ἐστὶν τῶν ἐπιτηδευμάτων, ἄκουε τοῦ προφήτου λέγοντος· «καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν». «Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἐν Ἱερουσαλὴμ ἀκουσθήτω· εἴπατε, [ἀναγγείλατε,] σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα.» Ταῦτα, φησίν, τὰ ἀπαγγελ λόμενα εἴπατε «ἐν τῷ Ἰούδᾳ», τοῖς ἀπὸ τῆς φυλῆς τοῦ Ἰούδα τοῦ Χριστοῦ, «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλ5.16 κεν ὁ σωτὴρ ἡμῶν». «Σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς»· ὁ λόγος ὁ ὑψηλός, ὁ διεγείρων τὸν ἀκροατήν, ὁ παρα σκευάζων αὐτὸν «εἰς» τὸν «πόλεμον» τὸν κατὰ τῶν παθῶν, «εἰς» τὸν «πόλεμον» τὸν κατὰ τῶν ἐνεργειῶν τῶν ἀντικειμένων, ὁ παρασκευάζων αὐτὸν εἰς τὰς «ἑορτὰς» τὰς οὐρανίους-εἰς ἀμφότερα γὰρ ταῦτα λέγεται- παραλαμβάνεται σάλπιγξ. Ἐν τοῖς Ἀριθμοῖς ὁ τοιοῦτος λόγος σάλπιγξ ἐστίν· οἷον ἐμοὶ κελεύει ὁ λόγος καὶ εἴ τινι ἄλλῳ-δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν-κελεύει ποιῆσαι «σάλπιγγας ἀργυρᾶς ἐλατάς». Οὕτω φησὶν ὁ λόγος· «Σημάνατε σάλπιγ γι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.» Εἰς ἀτείχιστον πόλιν οὐ βούλεται ἡμᾶς εἰσελθεῖν ὁ λόγος τοῦ θεοῦ, ἀλλ' εἰς τετειχισμένην. «Ἡ ἐκκλησία τοῦ ζῶντος θεοῦ» τετει χισμένη ὑπὸ «τῆς ἀληθείας» τοῦ λόγου· οὗτος γάρ ἐστιν τὸ τεῖχος, <ὡς> ἐν τῷ ἑπτακαιδεκάτῳ κεῖται Ψαλμῷ, ὅτι καὶ «τεῖχός» ἐστιν ὁ θεός. «Ἀναλαβόντες φεύγετε εἰς Σιών», ὅσοι ἐστὲ ἔξω τῆς Σιών, «ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε», οἱ ἐν τῇ προκοπῇ σπεύσατε ἐπὶ