1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

23

«Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», ἐγχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν· «Ἥμαρτες γάρ, φησίν, μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» Καὶ πάλιν· «∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Μὴ τοίνυν περιμένωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσομεν τὸν κριτήν. Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου καὶ ταλανίζεις σεαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ' οὐ τοῦτο βούλομαι μόνον ἀλλ' ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται πεισθῆναι σ' ἐπιθυμῶ. Ἕως γὰρ ἂν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδ' ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν ὅταν μὴ πρότερον ᾖ πεπεικὼς ἑαυτὸν ὅτι ἐν ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ γὰρ ὁ σπείρων, ἂν μετὰ τὸ ῥίψαι τὰ σπέρματα μὴ προσδέχηται ... τὸν ἀμητόν, οὐκ ἀμήσει ποτέ. Τίς γὰρ ἂν ἕλοιτο μάτην κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδαίνων ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν. ∆ιαφθείρει δὲ μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. «Εἷς γάρ, φησίν, οἰκοδομῶν καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλέον ἢ κόπον; ἢ ὁ βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;» Καὶ πάλιν· «Ἐπανάγων, φησίν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει ῥομφαίαν αὐτῷ.» Καί· «Ὥσπερ κύων ἂν ἐπανέλθῃ ἐπὶ τὸν ἐμετὸν αὐτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἐπιστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.»

21 Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ἐντρέψαι ψυχὴν καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Τὸ μὲν γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινὸν ὡς εἰπεῖν καὶ τοῖς ἀπίστοις ἐστί. Πολλοὶ γοῦν καὶ τῶν ἀπὸ τῆς σκηνῆς καὶ ἄνδρες καὶ γυναῖκες, οἱ μάλιστα ἀναι σχυντίαν μεμελετηκότες, ταλανίζουσιν ἑαυτούς, ἀλλὰ οὐ μετὰ σκοποῦ τοῦ προσήκοντος. ∆ιόπερ οὐδ' ἂν εἴποιμι τοῦτο ἐξομολόγησιν ἐγώ· οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι τὰς ἁμαρτίας, οὕτως ἐξαγγέλλουσι τὰς αὑτῶν, ἀλλ' αὐτὸ τοῦτο οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμοσύνῃ θηρώμενοι· οὐδὲ γὰρ ὁμοίως φαίνεται τὰ ἁμαρτήματα χαλεπά, ὅταν ἕτερός τις αὐτὰ ἀπαγγέλλῃ καὶ ὅταν αὐτὸς ὁ τετολμηκώς· οἱ δὲ ἀπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγησίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ τὰ ἀλλότρια τὰ οἰκεῖα ἐξαγορεύουσι κακά. Ἀλλά σε τούτων οὐδὲν εἰδέναι βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχεσθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα, πᾶσαν τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν. Τίς δὲ ἡ ταύτης ῥίζα ἐστίν; Ῥᾳθυμία. Μᾶλλον δὲ οὐκ ἄν τις ῥίζαν αὐτὴν καλέσειεν μόνον, ἀλλὰ καὶ τρόφον καὶ μητέρα. Καθάπερ γὰρ ἐπὶ τῶν ἐρίων τίκτει μὲν τοὺς σῆτας ἡ φθορά, αὔξεται δὲ πάλιν ὑπ' αὐτῶν, οὕτω καὶ ἐνταῦθα τίκτει μὲν ἡ ῥᾳθυμία τὴν ἀπόγνωσιν, τρέφεται δὲ πάλιν ὑπὸ τῆς ἀπογνώσεως αὐτή, καὶ ἀλλήλαις τὴν ἐπάρατον ταύτην παρέχουσαι ἀντίδοσιν, δύναμιν οὐ μικρὰν προσλαμβάνουσιν. Ἂν οὖν ἑτέραν τις ἀποτέμῃ καὶ διακόψῃ, δυνήσεται καὶ τῆς ἑπομένης περιγενέσθαι