23
τὸ Σκοπευτήριον, «ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγά λην». Τῶν κακῶν ἐπαγομένων «ἀπὸ βορρᾶ», βορρᾶ τοῦ ἀντικειμένου, ὡς πολλάκις λέλεκται, ὃς ἐὰν εὑρεθῇ μὴ σπεύσας μηδὲ εἰσελθὼν «εἰς τὰς πόλεις τὰς τειχήρεις», μὴ γενόμενος «ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ», ἀλλ' ἔξω ἑστηκώς, αὐτὸς ὑπὸ τῶν πολεμίων καταληφθεὶς ἀναιρε θήσεται. Τίς δέ ἐστιν ὁ πολέμιος; Ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται· «Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν.» Οὗτός ἐστιν ὁ πολέμιος, ὃν δεῖ ἡμᾶς φυγεῖν. «Λέων» ἡμᾶς καταδιώκει· τίς οὗτος; Πέτρος ἡμᾶς διδάσκει λέγων· «Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει»· καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν «ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ», καὶ ἐνεδρεύει οὗτος ὁ λέων οὐχ ἡμέρας, ἀλλ' ἐπὰν γένηται νύξ· κατὰ γὰρ τὸν ἑκατοστὸν τρίτον Ψαλμόν· «Ἔθου σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμε νοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.» 5.17 «Ἀνέβη» οὖν «λέων ἐκ τῆς μάνδρας αὐτοῦ»· ποῦ; πότε; Κάτω ἐστὶν πεσών, εἰς τὰ κατώτατα τῆς γῆς κατε λήλυθεν· «Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ.» Ἄνθρωπος εἶ, ἀνωτέρω εἶ τοῦ διαβόλου· κρείττων γὰρ εἶ αὐτοῦ, ὁποῖος ἐὰν ᾖς· ἐκεῖνος διὰ τὴν κακίαν κάτω ἐστίν. «Ἀνέβη» οὖν «λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολο θρεύων ἔθνη ἐξῆρεν»· ἀναβὰς «ἐκ τῆς μάνδρας αὐτοῦ», τόπου τοῦ οἰκείου τῇ κολάσει ἑαυτοῦ, «ἐξολοθρεύων ἔθνη ἐξῆ ρεν· ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ <τοῦ> θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν»· βούλεται εἰσελθεῖν σου εἰς τὴν γῆν, περὶ ἧς πρὸ βραχέως ἐλέγομεν, ἕκαστον ἡμῶν βούλεται νεμη θῆναι· ἔρχεται οὖν «τοῦ θεῖναι τὴν γῆν σου <εἰς> ἐρήμωσιν», ἵνα καταπατήσῃ τὰ σπέρματα, ὁ λέων, ἵνα ποιήσῃ ἔρημόν σου τὴν γῆν, «καὶ πόλεις σου καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς· ἐπὶ τούτοις περιζώσασθε σάκ κους». Ἐπεὶ οὖν ἀνέβη λέων καὶ ἀπειλεῖ σοι λέων καὶ βούλεταί σου ἀφανίσαι τὴν γῆν, περίζωσαι σάκκον, κλαῖε καὶ πένθει, διὰ τῶν εὐχῶν παρακάλει τὸν θεόν, ἵνα τοῦτον τὸν λέοντα ἐξολοθρεύσῃ ἀπὸ σοῦ καὶ μὴ ἐμπέσῃς αὐτοῦ εἰς τὸ στόμα. «Ὃν τρόπον» γὰρ «ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου», οὗτος ὁ λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἵνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀλη θείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν· ἀλλὰ σὺ περίζωσαι σάκκους καὶ κόπτου καὶ κλαῖε καὶ ἀλάλαζε βλέπων τὸν πολέμιον τὸν ἐνεστη κότα, ἵνα ἀποστραφῇ «θυμὸς» ὀργῆς «κυρίου» ἀπὸ σοῦ, καὶ ἀποστραφέντος τοῦ θυμοῦ δυνηθῇς ἐν ἀμεριμνίᾳ γενό μενος, μηκέτι τοῦ λέοντος ὑπεισερχομένου σοι, τῷ σε εἰσεληλυθέναι εἰς τὴν τειχήρη πόλιν, δοξάζειν τὸν ῥυό μενόν σε θεὸν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6.t <Εἰς τὸ «κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν» μέχρι τοῦ «πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς». Ὁμιλία ʹ.> 6.1 «Κύριε» φησὶν «οἱ ὀφθαλμοί σου εἰς πίστιν». Ὡς «ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους», ἀπὸ γὰρ ἀδί κων ἀποστρέφει αὐτούς, οὕτως οἱ ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ἀπὸ γὰρ ἀπιστίας ἀποστρέφει αὐτούς· διὸ καλῶς λέλεκται ὑπὸ τοῦ νοοῦντος, τί λέγει ἐν τῇ εὐχῇ, τὸ «κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν». Τὸ μὲν οὖν ἐνταῦθα γεγραμμένον ἐστίν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν»· ἐπεὶ δὲ «λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει», ὅρα πόσα ἔστιν ποιῆσαι ἀπὸ τοῦ «κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν». Φησὶν ὁ Παῦλος· «Νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη»· ὡς ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ὀφθαλμοὶ κυρίου εἰς ἐλπίδα, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην· ἐπεὶ δέ ἐστιν πνεῦμα «δυνά μεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ», ὡς ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην, οὕτως ὀφθαλμοὶ κυρίου εἰς δύναμιν, οὕτως [οἱ] ὀφθαλμοὶ κυρίου εἰς σωφρονισμόν, «ὀφθαλμοὶ κυρίου ἐπὶ δικαιοσύνην», οὕτως ἐπὶ πάσας ἀρετὰς ὀφθαλμοὶ κυρίου. Εἰ οὖν βούλει καὶ σὺ τὰς