24
εὐκόλως. Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν. Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον καὶ τὸν ζυγὸν σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν· οὐ γὰρ μονοειδὴς ὁ ταῦτα συνέχων ἐστίν, ἀλλὰ πολυειδὴς καὶ παντοδαπής. Τίς δὲ οὗτός ἐστιν; Συμβαίνει τινὰ μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ καὶ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίρροπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. ∆εῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίρροπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὀλοσχερῶς καταδῦναι ἐκώλυεν. Νῦν δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ' αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνεν τῷ σώματι κίνδυνον. Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνον ἐπαγόμενος, οὐδὲ ἔστιν εἰπεῖν οἷα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Καὶ ταῦτα οὐχ ὁ ἡμέτερος μόνον ὑποβάλλει λογισμός, ἀλλὰ καὶ τὰ θεῖα λόγια· «Αὐτὸς γάρ, φησίν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ οὐκ ἐν τῇ γεέννῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ βασιλείᾳ πολλὰς ἂν εὕροι τις τὰς διαφοράς· «Μοναὶ γάρ, φησίν, πολλαὶ παρὰ τῷ Πατρί μου.» Καί· «Ἀλλὴ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης.» Καὶ τί θαυμαστόν, εἰ μέχρι τοσούτων ἠκριβολογήσατο, ὅπου γε καὶ τὴν ἀστέρος πρὸς ἀστέρα διαφορὰν εἶναί φησιν ἐκεῖ.
22 Ταῦτα οὖν ἅπαντα εἰδότες, μήποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν. Ἕως ἂν τοσαύτην γοῦν ἀρετὴν ἐπιδειξώμεθα, δυνησόμεθα εἶναι ἐν τῷ οὐρανῷ. Κἂν χρυσός, κἂν λίθος τίμιος μὴ γενώμεθα, τὴν γοῦν τοῦ ἀργύρου τάξιν ἐπέχοντες ἐν τῷ θεμελίῳ μένωμεν, μόνον μὴ πρὸς ἐκείνην τὴν ὕλην παλινδρομήσωμεν, ἣν εὐχερῶς καταφλέγει τὸ πῦρ, μηδέ, ὅταν μεγάλα κατορθῶσαι μὴ δυνηθῶμεν, καὶ τῶν μικρῶν ἀποσχώμεθα· ἐσχάτης γὰρ ταῦτα ἀνοίας ἐστίν, ὅπερ μὴ πάθωμεν. Ὥσπερ γὰρ ὁ πλοῦτος ὁ σωματικὸς αὔξεται τῷ μηδὲ τῶν ἐλαχίστων κερδῶν καταφρονεῖν τοὺς ἐραστὰς τοὺς ἐκείνου, οὕτω καὶ ὁ πνευματικός. Καὶ γὰρ ἄτοπον τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾶν, ἡμᾶς δέ, εἰ μὴ πάνυ μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἐνδοιάζειν περὶ τὴν ἀντίρροπον ἀντίδοσιν. Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσεται τῇ σπουδῇ, ὁ δὲ ταῦτα παρορῶν καὶ ἐκείνων ἀποστήσεταί ποτε· ὅπερ ἵνα μὴ γένηται, καὶ τούτων μεγάλους ὤρισεν τοὺς μισθοὺς ὁ Χριστός. Τί γὰρ τοῦ ἐπισκέπτεσθαι τοὺς κάμνοντας εὐχερέστερον; ἀλλ' ὅμως καὶ τούτου μεγάλην ἡμῖν ἀποδίδωσιν τὴν ἀμοιβήν. Τοιγαροῦν ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· πάλιν τὸν ζυγὸν ἀνάδεξαι τὸν χρηστόν, ὕπελθε τὸ φορτίον τὸ ἐλαφρόν, ἐπίθες ἄξιον τῆς ἀρχῆς τὸ τέλος, μὴ παρίδῃς τοσοῦτον διαρρυέντα πλοῦτον. Ἂν μὲν γὰρ ἐπιμένῃς παροξύνων τὸν θεὸν δι' ὧν ποιεῖς, ἅπαντα αὐτὸν ἀπολεῖς· ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀποφράξῃς τῆς κακίας τοὺς ὀχετούς, καὶ