πολυειδὲς τῆς προνοίας διέγνω, καὶ ὁπόσον μέρος τῶν περιστάσεων αἱ περὶ τὰ πράγματα φροντίδες τῷ ὡς ἀληθῶς συλλέγουσιν βασιλεῖ, ὅλως ἀθρόος μετήλλακτο, καὶ ὥσπερ ἀνὴρ ἐκ μειρακίου γενόμενος ἀνδρικώτερον ἅμα καὶ γενναιότερον τῆς βασιλείας ἀντείχετο. 4.10 Καὶ τοῦτο πρῶτον θαυμάζειν ἔχω τοῦ αὐτοκράτορος, ὅτι ἐξ ἐλάττονος τύχης τῆς μεγίστης ταύτης εὐδαιμονίας τυχὼν, οὔτ' ἐξεπλάγη τὸ φρόνημα, οὔτε ἥττων εὑρέθη τοῦ κράτους, ἀλλ' οὔ τι τῶν καθεστώτων ἠλλοίωσε· ἀλλ' ὥσπερ πρὸς τοῦτο διαμεμελετημένος πόρρωθεν καὶ οἷον ἠρέμα προσεγγίσας τῷ πράγματι, τοιοῦτος εὐθὺς ἐγνώριστο καθ' ἣν ἐβεβασιλεύκει ἡμέραν, ὁποῖος εἰ χθὲς καὶ πρῴην διεῖπε τὴν βασιλείαν· οὔτε γάρ τι τῶν συνήθως πραττομένων ἐκαινοτό μησεν, οὔτε νόμον ἀνεῖλεν, οὐδ' ἀντίθετον τούτῳ εἰσήνεγκεν, ἀλλ' οὔτε τινὰ τῶν τῆς γερουσίας μετήμειψεν, οἷα δὴ φιλεῖ ἐν ταῖς καιναῖς βασιλείαις νεωτερίζεσθαι· εἰ γὰρ καί τινες αὐτῷ συνήθεις πρὸ τοῦ κράτους ἐτύγχανον ὄντες, ἢ χάριτάς τισι καθωμολόγησεν, οὐδένα μὲν τούτων διεψεύσατο βασι λεύσας, πλὴν οὐκ εὐθὺς εἰς ὑπερηφάνους τούτους ἀρχὰς ἀνεβίβασεν, ἀλλ' οἷον προγυμνάζων πόρρωθεν ταῖς ἥττοσι καὶ ταπεινοτέραις, οὕτω κατὰ βραχὺ προῆγε ταῖς μείζοσι. Καὶ ἀποπεφάνθω μοι περὶ τοῦδε τοῦ ἀνδρὸς, ὡς εἰ μὴ τῶν ἀδελφῶν ἡ μερὶς μοίρᾳ προσεφύη κακῇ, κἀντεῦθεν οὔτε καταλύειν εἶχε τὸ γένος παντάπασιν, οὔτ' ἐπιστρέφειν πρὸς τὸ συμφέρειν διὰ τὴν ἀνωμαλίαν τῶν τρόπων, οὐκ ἄν τις ἐκείνῳ τῶν περιωνύμων βασιλέων ἀντήρισεν. 4.11 Ἀλλ' ὥσπερ οὐδένα τῶν ἐπ' ἐμοῦ βεβασιλευκότων ἐθεασάμην (λέγω δὲ πολλοὺς ἐπιμετρῶν τῷ ἐμῷ βίῳ, ὅτι περ οἱ πλείους αὐτῶν ἐνιαύσιοι), ὥσπερ οὖν οὐδεὶς τούτων ἐλευθέρως τὴν βασιλείαν διήνεγκεν, ἀλλ' οἱ μὲν παρὰ τὴν γνώμην κακοὶ, οἱ δὲ παρὰ τὴν πρός τινας ἑταιρίαν, οἱ δὲ δι' ἄλλο τι τῶν εἰωθότων, οὕτω δὴ κἀκεῖνος παρ' ἑαυτὸν μὲν ἀγαθὸς, πρὸς δὲ τοὺς ἀδελφοὺς καὶ λίαν πικρός· ἔοικε γὰρ ἡ γεννησαμένη τούτους φύσις, ἐπειδή περ τῷ Μιχαὴλ πεφιλοτίμηται τὰ χρηστότερα, τὸ λοιπὸν γένος ἐξ ἀντι θέτου προενεγκεῖν. Ἐβούλετο γὰρ ἕκαστος ἐκείνων εἶναι ἀντὶ παντὸς, καὶ μηδένα τῶν ἄλλων ἀνθρώπων μήτε ἐπὶ θαλάττης, μήτε μὴν διάγειν εἰς ἤπειρον, ἀλλὰ μόνος ἐν τῷ παντὶ βιοτεύειν, ὥσπερ ἄνωθεν κατὰ κλῆρον διειληφότες καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πολλάκις μὲν ἐπισχεῖν τούτους ὁ ἀδελφὸς ἐπεχείρησεν, οὐχ οἷον νουθετῶν, ἀλλὰ καὶ πικρῶς ἐπιτιμῶν καὶ δριμύτερον καθαπτόμενος καὶ φόβον ἐπισείων σφοδρότερον, ἤνυε δὲ πλέον οὐδὲν, τοῦ πρε σβυτέρου τῶν ἀδελφῶν Ἰωάννου ποικιλώτερον μεταχειριζο μένου τὰ πράγματα, καὶ τοῦ μὲν τὸν θυμὸν καταπαύοντος, τοῖς δὲ μνηστευομένου ἐλευθερίαν τῶν πράξεων· ἔπραττε δὲ ταῦτα οὐ πάνυ μὲν ταῖς ἐκείνων γνώμαις ἑπόμενος, τοῦ δὲ γένους ὅμως κηδόμενος. 4.12 Περὶ δὲ τούτου καὶ πλέον τι ὁ λόγος διελθεῖν βούλεται, ἐρεῖ δὲ οὔτε τι κενὸν, οὔτε διεψευσμένον· καὶ γάρ τι γενειῶν αὐτὸν καὶ τεθέαμαι τὸν ἄνδρα καὶ λέγοντος ἤκουσα καὶ πράττοντι συνεγενόμην καὶ ἐχαρακτήρισα ἀκρι βῶς, καὶ τὰ μὲν αὐτῷ τῶν ἐπαινουμένων ἐπίσταμαι, τὰ δὲ οὐ πάνυ οἶδα σπουδαῖα. Τέως δὲ ἐκ τῶν τοιούτων ἠθῶν συνεκεκέραστο· ἕτοιμον εἶχε τὸ φρόνημα, καὶ ἀγχίνους εἰ καί τις ἄλλος ἐτύγχανεν ὢν, κατηγόρει δὲ ταῦτα τούτῳ καὶ αὐτὸς δὴ γοργὸν βλέπων ὀφθαλμός· ἐπιμελῶς δὲ τῶν πραγ μάτων ἁπτόμενος καὶ περὶ τὸ μέρος τοῦτο φιλοπονώτατα διακείμενος, ἐμπειρότατος ἐγεγόνει πάντων, καὶ μάλιστα περὶ τὰς δημοσίους συνεισφορὰς ὀξύτατος ὦπτο καὶ ἀγχι νούστατος· βουλόμενος δὲ μήτε τινὶ τῶν πάντων γενέσθαι βαρυσυμφορώτατος, μήτε μὴν καταπεφρονῆσθαι παρ' οὑτι νοσοῦν, κακὸν μὲν οὐδενὶ διέπραξεν, δριμεῖαν δὲ τοῖς πολλοῖς τὴν ὄψιν πλαττόμενος, κἀντεῦθεν αὐτοὺς