1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

25

ὁ διδάσκαλος καὶ συντελείτω πάντα εἰς παράδοσιν ἐπιστήμης, ἐκεῖνος δὲ μὴ παραδεχέσθω τὰ λεγόμενα· εἴποιμ' ἂν περὶ τοῦ τοιούτου τῷ διδασκάλῳ· συνετέλεσας τόνδε καὶ οὐκ ἠθέλησεν δέξασθαι παιδείαν. Ἐπὰν οὖν τὰ ἀπὸ τῆς προνοίας γίγνηται πάντα εἰς ἡμᾶς, ἵνα συντελεσθῶμεν καὶ τελειωθῶμεν, ἡμεῖς δὲ μὴ παρα δεχώμεθα τὰ τῆς προνοίας τῆς ἐπὶ τελειότητα ἡμᾶς ἑλκού σης, λεχθείη ἂν ὑπὸ τοῦ νοοῦντος τῷ θεῷ· «Κύριε, συνετέ λεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» 6.3 «Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν.» Νοήσεις καὶ τοῦτο ἀπὸ τῶν σωματικωτέρων. Τῶν ἁμαρτα νόντων οἱ μὲν ἀκούοντες λόγους ἐλεγκτικοὺς ἐπὶ τῇ ἁμαρτίᾳ ἐρυθριῶσιν καὶ καταδύονται καὶ ὑποπίπτου σιν ἁπτομένου τοῦ λόγου τοῦ ἐλεγκτικοῦ αὐτῶν· οἱ δὲ τοιοῦτοί εἰσιν, ὥστε αὐτοὺς ἀνερυθριάστους εἶναι, μὴ αἰδουμένους ἐφ' οἷς ἐλέγχονται, ἐφ' οἷς ἡμαρτήκασιν. Εἴποις ἂν οὖν περὶ τούτων οἳ οὐκ αἰδοῦνται· «Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν.» Εἰ νενόηκας ἐπὶ τῶν σωματικῶν αὐτό, μετάβα μοι τῷ λόγῳ ἐπὶ τὴν ψυχὴν νοήσας πρόσωπον, περὶ οὗ λέγεται· «Τότε δὲ πρόσωπον πρὸς πρόσωπον», καὶ ὅρα ψυχὴν στερεάν, ὁποία ἦν ἡ καρδία Φαραὼ ἐσκληρυμμένη, ὥστε αὐτὴν ἐπὶ τοῖς ἀπαγ γελλομένοις ἑστάναι ἀντίτυπον καὶ ὥσπερ ἀποβάλλουσαν τὰ λεγόμενα μὴ μορφουμένην κατὰ τὰ ἀπαγγελλόμενα· ἐκεῖ γὰρ εὑρήσεις ὅτι ἁρμόζει τὸ «ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν». «Καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι, κἀγὼ εἶπα· ἴσως πτωχοί εἰσιν, ὅτι οὐκ ἠθέλησαν γνῶναι ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ· πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς.» Ταῦτα νοήσας περὶ τῶν μὴ θελόντων παιδευ θῆναι, μὴ νοούντων ἐπὶ ταῖς μάστιξιν τοῦ θεοῦ, φησὶν νενοηκὼς τὸ τούτων αἴτιον· πτωχή ἐστιν αὐτῶν ἡ ψυχή. «Κἀγὼ εἶπα· ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἠδυνήθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ· πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς.» Οἱ ἁδροὶ ταῖς ψυχαῖς ἐν ἐπαίνῳ λέγονται. Καὶ παρ' Ἕλλησι γὰρ τὸ ἁδρὸν συνεχῶς ὀνομάζεται καὶ τὸ μεγαλεῖον τῆς λογικῆς ψυχῆς· ὅταν γάρ τις μεγάλοις ἐπιβάλλῃ πράγμασιν καὶ προθέσεις ἔχῃ ἀξιολόγους καὶ σκοπῇ ἀεὶ τὰ δέοντα, πῶς βιώσῃ κατὰ τὸν ὀρθὸν λόγον, μηδὲν ταπεινὸν καὶ μικρὸν θέλων μηδὲ ὁρᾶν, ὁ τοιοῦτος τὸ ἁδρὸν καὶ τὸ μεγαλεῖον ἔχει ἐν τῇ ψυχῇ. Οὗτοι οὖν, ἐπεὶ ἦσαν «πτωχοί», οἱ πρότεροι οὓς ἔψεξεν ὁ λόγος, οὐκ ἤκουσαν, φησὶν ὁ προφήτης, διὰ τοῦτο οὐκ ἤκουσαν, ἐπεὶ πτωχοί εἰσιν, «πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς», καὶ εἰ ἔστιν μακάριον εἶναι ἐπὶ τῷ λέγειν «εἰς ὦτα ἀκουόντων», μακάριόν ἐστιν ἐάνπερ τύχῃ τις ἁδροῦ καὶ μεγάλου ἀκροατοῦ. ∆ιὰ τοῦτο τούτων οὕτως λεγομένων, εἰδότες ὅτι οὐ ζημία τοῖς λέγουσιν ὅσον τοῖς ἀκούουσίν ἐστιν τὸ μὴ παρα δέχεσθαι τὰ ἀπαγγελλόμενα, καὶ κατηγορεῖ πτωχείας τοῦ νοῦ αὐτῶν καὶ τῆς διανοίας, παρακαλέσωμεν ἀπὸ τοῦ θεοῦ λαβεῖν αὔξοντος τοῦ λόγου ἐν ἡμῖν ἁδρότητα καὶ μεγαλειό τητα ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἀκοῦσαι τῶν ἱερῶν καὶ ἁγίων λόγων δυνηθῶμεν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7.t Εἰς τὸ «καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν» μέχρι τοῦ «οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν». Ὁμιλία ζʹ. 7.1 Ὁ «κρίνων κατὰ βραχὺ» θεὸς τοὺς κολαζομένους «δίδωσι τόπον μετανοίας», καὶ οὐχ ἅμα τῷ ἁμαρτῆσαι κολά ζων φέρει τὴν «συντέλειαν» τῆς κολάσεως ἐπὶ τὸν ἡμαρτη κότα· διὰ τοῦτο «κατὰ βραχὺ κρίνων» κολάζει, καὶ τούτου τὸ παράδειγμα ἐν τῷ Λευιτικῷ ἐστιν· ἐν γὰρ ταῖς τῶν παραβαινόντων τὸν νόμον ἀραῖς ἀναγέγραπται μετὰ τὰς κολάσεις τὰς προτέρας· «Καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, λέγει κύριος, προσθήσω ὑμῖν κἀγὼ πληγὰς ἑπτά», καὶ πάλιν διηγεῖται ἄλλην κόλασιν· «Καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, ἀλλὰ πορεύσησθε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι μεθ' ὑμῶν θυμῷ πλαγίῳ», καὶ εὑρήσεις τὸν θεὸν ἐπιμετροῦντα κολάσεις μετὰ φειδοῦς, ἐπεὶ βούλεται εἰς ἐπιστροφὴν ἀγαγεῖν τὸν ἡμαρτηκότα, καὶ οὐκ ἀθρόως πάσας ἀποδιδόντα. Τοιαῦτα οὖν ὅσον ἐπὶ τῷ ῥητῷ ἐγεγόνει περὶ τὸν λαόν,