XXIV. But it remains that I speak a prayer for those who are assembled. Husbands alike and wives, rulers and ruled, old men, and young men, and maidens, every sort of age, bear ye every loss whether of money or of body, but one thing alone do not endure—to lose the Godhead. I adore the Father, I adore the Son, I adore the Holy Ghost; or rather We adore them; I, who am speaking, before all and after all and with all, in the same Christ our Lord, to whom be the glory and the might for ever. Amen.
ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος ἠλικίας, πᾶσαν μὲν φέρετε ζημίαν, τὴν εἰς χρήματα, τὴν εἰς σώματα: ἓν δὲ μὴ δέξησθε μόνον, τὴν θεότητα ζημιούμενοι. Προσκυνῶ Πατέρα, προσκυνῶ τὸν Υἱὸν, προσκυνῶ τὸ Πνεῦμα τὸ ἅγιον: μᾶλλον δὲ προσκυνοῦμεν, ἐγὼ καὶ πρὸ πάντων, ὁ ταῦτα λέγων, ἐγὼ καὶ μετὰ πάντας καὶ σὺν πᾶσιν, ἐν αὐτῷ τῷ Κυρίῳ τῷ Χριστῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.